Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
ὑπὲρ ἦς οὔτε εἴρηταί πω πρὸς ἀξίαν οὐδὲν οὔτε εἰρήσεται, πλὴν εἰ τῷ θεῷ σὺν ταῖς Μούσαις ᾄδειν ἐπέλθοι τὸν χῶρον. ταύτην ἐγὼ τὴν ὁδὸν τὴν ἀπὸ τῆς πόλεως ἐπὶ τὸ προάστειον ἥδιστα ἂν προσεῖπον τῆς αἰγίδος θύσανον, ᾗ περιβάλλει τὴν Ἀθηνᾶν Ὅμηρος. οὕτως ἅπασα χρυσῆ, | καὶ τελευτᾷ [*](R 351) γε εἰς χρυσὸν Κολοφώνιον, τὴν Δάφνην.