Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

ὁ δὲ διαρρεῖ τε ἅπασαν καὶ περιρρεῖ καὶ οὐδὲν ἄμοιρον τῆς ἐπικουρίας ἀφίησιν· [*](4) οὐ γὰρ εἰς μὲν τὰς | τῶν εὐδαιμόνων οἰκίας καὶ [*](R 347) τριωρόφους εἰσχεῖται, τῶν δὲ χαμαιζήλων καὶ ὅσαι πενήτων ὑπεραιωρεῖται, ἀλλ’ ὥσπερ ἐν δημοκρατίᾳ τῶν νόμων ἴσον μέτεστιν, οὕτω παρ’ ἡμῖν ἰσομοιρία τις τῶν ζεφύρου καλῶν, καὶ οὐδεὶς πώποτε διψῶν αὔρας παρὰ τῶν γειτόνων ᾐτιάσατο τοῦτο παθεῖν. οὕτω διὰ πάντων ἔρχεται καὶ διολισθαίνει καὶ ὅτουπερ ἂν λάβηται, τοῦτο ὁδὸς αὐτῷ.

καὶ τῆς μὲν ἀκτῖ- νος ἤδη τινὲς ἀπεστερήθησαν ἐπισκοτούσης οἰκίας ἐγ- γύθεν, ζέφυρος δὲ οὐδενὶ κεκώλυται τὸ μὴ οὐ κοινὰ χαρίζεσθαι, ἀλλὰ βαδιζόντων τε τοὺς χιτῶνας αἰωρεῖ καὶ περὶ ταῖς κνήμαις στρέφει καθευδόντων τε αἱ σινδόνες ὑποπνέοντος περὶ τοῖς σώμασι κυρτοῦνται, [*](3 Νicet. Chon. p. 36 Bonn. ἣν (Ἀντιόχειαν) φυρος ἄνεμος 6 Ηer. I 180, 2 cf. Phil. im. prooem. p. 4, 21 ed. Vind. 13 Dem. c. Mid. § 158 p. 565, 25) [*](2 παράττον Iacobs Phil. 472 παράπαν Mor 3 ὁ] οὐ Μο 5 οὐδὲ UI | μὲν om MBCa Plan | τῶν om U inser I2 | τὰς supra καὶ M2 et „malim τὰς τριωρ.“ Re 6 ὑπερορᾶ Plan 7 ὑπεραιωρεῖται Μ ὑπερορᾶ Μο (unde Iacobs Phil. 479) et B sed in hoc γρ ὑπεραιωρεῖται suprascr. m2, et Plan ὑπερορᾶ Ι sed o in duarum rere et ᾶ in quattuor fere litterarum rasura ὑπερ Ca sed γρ ὑπερορα in marg 8 ἴσον ex ἴσων corr I2 ἴσων U „malim πᾶσι τῶν νόμων ἐξ ἴσου aut τὸ ἴσον“ Re | στ in μέτεστιν in ras Ρ2 | οὕτω καὶ παρ’ UI 9 τίς AIB Mo 10 αὔραις Ca sed αὔρας in marg 11 οὕτω γὰρ διὰ Μο Plan 13 ἤδη inser Ι2 14 τῶ Μ 16 τὰς κνήμας Plan 17 ὑπὸ πνέοντος ? | ν in κυρτοῦνται inser I2)

516
καὶ τὴν νύκτα διπλῆν ἀνάπαυλαν ὁ ζέφυρος ἀπεργά- ζεται μιγνυμένης τῷ ὕπνῳ τῆς αὔρας.

227. Οὐκ ἄρα μάτην ἐν οἰκοδομίαις ἡ πόλις ἀεί, καὶ τὰ μὲν ἐρέπτεται, τὰ δὲ πρὸς μέσον ἄνεισι, τὰ δ’ ἄρτι θεμέλιον δέδεκται, τά δὲ πρὸς τοῦτο ὀρύσσεται, καὶ τῶν τοὺς τέκτονας ἐπειγόντων αἰ φωναὶ πανταχοῦ, καὶ τὸ πέρυσιν εἰς λαχάνων φορὰν σκαπτόμενον τῆτες ᾤκισται. ἴσασι γάρ, ὡς ὅσα τοῖς δικαίοις ὑπισχνοῦνται τετελευτηκόσιν οἱ ποιηταί, ταῦτα ζῶσιν ἐνταῦθα ἔστιν ἔχειν.

228. Καὶ δὴ σκοπῶμεν, ὡς τετραπλασία τῆς νῦν οὔσης ἦν ἂν ἡ πόλις, εἰ μὴ τρισὶν ἤδη πρότερον και- ρίοις ἐβέβλητο. ὥσπερ γὰρ ὁ τοῦ Πυθίου νεὼς πολ- λαῖς εἶξε τύχαις καὶ τέταρτος ὁ νῦν ἑστηκώς ἐστιν ἐπὶ τοῖς ἔμπροσθεν οἰχομένοις, οὕτως ἡμῖν ἡ πόλις, | [*](R 348) ὡς μὲν ἀνθρώπων οὖσα πόλις, ἐπλήγη, ὡς δὲ θεο- φιλὴς, ἀνέστη ταὐτὸν καὶ παθοῦσα καὶ ποιήσασα τῇ τῆς Ἀθηνᾶς ἐλαίᾳ. καὶ γὰρ ἐκείνην ἐπῆλθε μὲν τῷ πυρὶ Ξέρξης, ὅτ’ ἔφθειρε τὴν Ἀθηναίων ἀκρόπολιν, δευτέρᾳ δὲ ἡμέραι βλαστὸς ἀνέδραμεν εἰς πῆχυν ἐκ τοῦ κεκαυμένου. καὶ δὴ καὶ ἥδε ἄμα τε ὑπεχώρει καὶ [*](9 Pind. 01. II 67 sq. 14 Paus. Χ 5, —13 18 Her. VIII 55) [*](1 ἀνάπαυλαν inser I2 2 post ἀπεργάζεται rasura decem litterarum in Ι 5 ρ΄ σσεται U 8 ὡς inser P2 om Mor qui in marg habet ἴσως ὅτι 11 Καὶ — 517, 4 ἐπῳκοδόμουν Plan fol. 99v 12 καιρίοις scripsi coll. Themist. or. III p. 45 a βάλλεις καίρια cf. Alb. Gratul. Herwerd. p. 45 sq. καιροῖς libri edd 13 ὥσπερ — 14 τύχαις post καὶ — οἰχομένοις CAU edd, ego ante posui l. l. cum IBMMoCa Plan Ρ qui tamen haec omnia in ras m2 praebet 14 καὶ — 15 οἰχομένοις del Iacobs 15 πρότερον A sed ἔμπροσθεν in marg m2, Ca Re supra ἔμπροσθεν rasura vocis, ut videtur, πρότερον Ι om Mo Plan)

517
ἀνήρχετο.

καὶ νῦν ὀρύσσοντί σοι τὴν γῆν ἐπὶ τῷ κρηπῖδα βαλέσθαι πάντως ἴχνος τι τῶν ἀρχαίων ἀπαντᾷ, καὶ πολλοὶ τοῖς οὖσιν ἀνθ’ ὧν διενοοῦντο χρησάμενοι τἄλλα προσφέροντες ἐπῳκοδόμουν. εἰ οὖν τῶν μὲν οὐχ ἧπτο λώβη, τὰ δὲ προσεγεγόνει, καὶ ὅσα νῦν πρὸς τὸ ἀνορθοῦν, τοσαῦτα εἰς προσθήκην ἐσπούδαστο, πολλοὶ πολλῶν ἂν ἀγρῶν ἐστέρηντο τῆς γεωργουμένης.

230. Οὐ τοίνυν ἡ μὲν πόλις οὕτω διὰ πάντων θαυμαστὴ, τὰ δὲ ἔξω τοιαῦτα, οἷα ἄν τινα ἀξιῶσαι βελτίω τῶν ὄντων εἶναι δεῖν, ἀλλ’ ἀκριβῶς ὅτι ταύτης ἐστί, δηλοῦντα. τοῦτο μὲν κῶμαι μεγάλαι καὶ πολυ- άνθρωποι πόλεων οὐκ ὀλίγων πλέον πολυανδρούμεναι καὶ χειροτέχναις, ὥσπερ ἐν ἄστεσι, χρώμεναι, κοινού- μεναι πρὸς ἀλλήλας <τὰ> σφῶν αὐτῶν διὰ τῶν πανη- [*](14) γυρέων καλοῦσαί τε ἐν μέρει παρ’ | αὑτὴν ἑκάστη [*](R 349) καὶ καλούμεναι καὶ τοῖς αὐτοῖς εὐθυμούμεναί τε καὶ χαριζόμεναι καὶ κερδαίνουσαι, ὧν μὲν περίεστι μετα- διδοῦσαι, ὧν δὲ ἐνδεῖ προσλαμβάνουσαι, τὰ μὲν δια- τιθέμεναι, τὰ δὲ ὠνούμεναι, μακρῷ τῶν κατὰ θάλατταν [*](12 Ael. nat. anim. V 13) [*](18 διατιθέμεναι] τουτέστι πωλοῦσαι Β2) [*](1 ἀνήρχετο scripsi ἀνήρετο U sed ε erasum, Ρ sed ε in ras m2, ΙΜο ἀνῄρητο reliqui libri (ἀνήρητο Α) edd | inter et τὴν rasura 4 Litterarum in Ι 2 τί Mo Plan | ἀπαντᾶ ΙΜο Plan 5 γεγ in προσεγεγόνει in ras C2 | εἰς Mo Ca 8 περὶ τῶν πρὸ τῆς πόλεως titulus in marg CAIB 13 κοι- νούμεναι scripsi, ut supra κοινωνούμεναι m2 scriptum est in M, auctore Re 14 τὰ inserui cum m2 auctore Re 15 τὸ Re | ἑκάστην παρ’ Ca | αὐτὴν APUMo 16 καλούμεναι scripsi auctore Re („aut καλοῦσα leg. aut καλούμεναι“) καλουμένη edd | εὐθυμούμεναι Α sed γρ αι εὐθηνούμεναι in marg, P sed υμου in ras m3, γρ εὐθηνούμεναι in marg m2, Ι sed ν in ras m2, Β sed υμ in ras m2 ε’ θυμούμεναι U εὐθηνούμεναί Μ 17 ὧν — 18 προσλαμβάνουσαι om Ca 19 μακρῶν Μο)

518
ἐμπόρων εὐδαιμονέστεραι, ἀντὶ ῥοθίου καὶ κυμάτων σὺν γέλωτι καὶ κρότῳ χρήματα ἐργαζόμεναι, μικρὰ τῆς πόλεως χρῄζουσαι διὰ τὴν ἐξ ἀλλήλων ἀντίδοσιν.

ἀθρείτω δὴ τις καὶ τὰ πρὸ τῶν πυλῶν· οὐ γὰρ ἀξιώσει γε πανδοκεῖα προσειπεῖν, ἀλλὰ φυλὰς πόλεως, ἀλλ’ ὡς ταύτης εἶναι μόνης· οὕτως ἠκρίβωται πρὸς τὸν εἴσω ζῆλον τὰ ἔξω καὶ τρυφῇ καὶ λουτροῖς καὶ τέχναις καὶ τῷ συνοικεῖσθαι· ὥστ’ εἴ τις τὸ τρίχα διῃρημένον εἰς ἕνα τύπον συνήγαγεν, ἐξήρκεσεν ἂν τὰ νῦν πρὸ τῆς πόλεως εἶναι πόλις.

ὥσπερ γὰρ τὰ πρὸ τῶν βασιλείων μετεῖχε τῆς ἔνδον σεμνότητος λει- πόμενα μὲν τῶν ἔνδον, παρέχοντα δὲ τεκμαίρεσθαι τοῖς ἐλάττοσι τὰ μείζω, οὕτως ἀπὸ τῆς πόλεως ἐρρύη τις ἐπὶ τὰ πρὸ τῶν τειχῶν ὁμοιότης, ὥστε ἐξελαύνων φήσεις ἐν βραχυτέρῳ τύπῳ θεωρεῖν ὅ ἀπολέλοιπας, καὶ εἰσελαύνοντι προμεμήνυται τοῖς ἔξω τὰ εἴσω.

πάντα μὲν οὖν τῆς αὐτῆς ἰδέας, τὰ δὲ δὴ πρὸς δυσμάς, Ἡράκλεις, ὡς πάντα μὲν τἄλλα, πάντα δὲ [*](19) λόγον νικᾷ. καὶ μόνα ταῦτα ἰδεῖν ἄξιον, ἀκούσας δὲ [*](R 350) ἥδιστα οὕτως ἂν | οὐχ ὅσον ἄξιον ἀκούσαις.

εὐθὺς μὲν ὑπερβάλλοντι τὰς πύλας ἐν εὐωνύμοις κήπων τε [*](2 μακρὰ C sed μι suprascr f 3 χρῄζουσαι AUIMBMoCa edd 5 ἀξιώσειε PMBCa | γε inser P3I2 om MBCa | πόλεων Μ 7 num τῶν ? | ἴσον Μο 9 τόπον Μο 14 ὥστ’ Ι Re 16 τὰ εἴσω τοῖς ἔξω Μο 18 Ἡράκλεια Ο Mueller Antioch. p. 45 at cf. Ι 141, 2; Ι 511, 15 R; III 122, 18 (Archaeol. Jahrb. XII 126) 19 post ἄξιον rasura 3 vel 4 litterarum (fortasse καὶ quod in A est deletum) Ι 19 μόνον ? | ἀκούσας — 20 ἀκούσαις scripsi ἀκοῦσαι δὲ (inser I2 τὲ Μ) ἥκιστα (sed ἥδιστα in marg Α et Bodl. Misc. 57 fol. 51) οὕτως ἀκούσας οὐχ ὅσον ἄξιον ἀκούσαις libri ἄξιον, καὶ ἀκοῦσαι ἥκιστα· οὕτω γὰρ ἀκού- σας, οὐχ ὅσον ἄξιον, ἀκούσαις coni Re εἰδέναι ἄξιον ἀκούσαις reliquis omissis Mor 21 μὲν γὰρ Μο Re | ὑπερβάλλοντι in ὑπερβαλόντι corr I2 ὑπερβαλόντι Μο)

519
ποικιλία καὶ καταγωγῶν χάριτες καὶ κρηνῶν ἀφθονία καὶ δένδρεσιν οἰκίαι κρυπτόμεναι καὶ δένδρα ὑπεραί- ροντες θάλαμοι καὶ λουτρῶν πολυτέλεια, χῶρος Ἀφρο- δίτῃ πρέπων καὶ τῷ ταύτης υἱεῖ τῷ τοξότῃ. προϊόντι δέ σοι καθ’ ἑκατέραν τῆς ὁδοῦ πλευρὰν ἀμπελουργιῶν τε πλῆθος ὁρᾶται καὶ οἰκιῶν κάλλη καὶ ῥοδωνιαὶ καὶ φυτὰ παντοῖα καὶ νάματα, καὶ τὸ μὲν ἕλκει, τὸ δὲ ἀνθέλκει καὶ διὰ τοιαύτης ἡδονῆς ἐπὶ τὴν παγκάλην ἀφίξῃ Δάφνην.

ὑπὲρ ἦς οὔτε εἴρηταί πω πρὸς ἀξίαν οὐδὲν οὔτε εἰρήσεται, πλὴν εἰ τῷ θεῷ σὺν ταῖς Μούσαις ᾄδειν ἐπέλθοι τὸν χῶρον. ταύτην ἐγὼ τὴν ὁδὸν τὴν ἀπὸ τῆς πόλεως ἐπὶ τὸ προάστειον ἥδιστα ἂν προσεῖπον τῆς αἰγίδος θύσανον, ᾗ περιβάλλει τὴν Ἀθηνᾶν Ὅμηρος. οὕτως ἅπασα χρυσῆ, | καὶ τελευτᾷ [*](R 351) γε εἰς χρυσὸν Κολοφώνιον, τὴν Δάφνην.

ἣν ἰδόντι μὴ βοᾶν οὐκ ἔστι καὶ σκιρτᾶν καὶ ἀνᾴττειν καὶ κροτεῖν καὶ μακαρίζειν αὑτὸν τῆς θέας καὶ οἷον ὑπὸ τῆς ἡδονῆς πτεροῦσθαι. ἄλλο γὰρ ἄλλοθεν τὸ μὲν [*](9 Iul. ep. 27 p. 517, 2 Hertl. 14 Il. β 448 15 Aristoph. Cocal. fr. II 1095, 8 M. Ι p. 485, 352 Κ. Zenob. VI 47. Greg. Cypr. Leid. III 38 cum nota Leutschii.) [*](1 inter κρη et νῶν rasura 2 litterarum in Ι 3 πολυτέλεια scripsi praeeunte Re Anim („leg. aut πολυτεχνίᾳ aut aut potius πολυτέλεια“) πολυτειχία Μ πολυειχία Β πολυστοιχία Μο (unde Iacobs Philostr. 648) πολυστειχία Ca πολυτειχία reliqui libri edd 5 ἑκατέραν Ι sed ἑκα m2 in ras et inter ρ et α ras unius litterae 9 περὶ τῆς δάφνης titulus in marg CAB 14 χρυσῆι C 15 γε in ras P3 om Μο δὲ U | ἢν — 520, 3 θεατήν citat Plan fol. 99v 16 „Videtur aut sic dedisse L. μὴ βοᾷν οὐκ ἐστὶν, ἀλλὰ δεῖ σκιρτᾷν aut sic: ἀνάγκη βοᾷν ἐστι καὶ σκιρτᾷν“ Re | ἀνᾴττειν scripsi auctoribus Iacobsio (Phil. p. 472) et Cobeto Mnem. V 110 (Coll. p. 106) ἀναπνεῖν libri Plan edd ἀναπηδᾷν coni Re 17 αὐτὸν Mo Plan)

520
θέλγει, τὸ δὲ ἐκπλήττει, καὶ τὸ μὲν κατέχει, τὸ δὲ ἐπισπᾶται καὶ περικέχυται τοῖς ὀφθαλμοῖς αὐγὴ περι- στρέφουσα τὸν θεατήν, Ἀπόλλωνος ἱερόν, Δῖός ἱερόν, στάδιον Ὀλυμπικόν, θέατρον ἁπάσης τέρψεως, κυπα- ρίττων πλῆθος καὶ πάχος καὶ ὕψος, ἀτραποὶ σκιεραί, χοροὶ μουσικῶν ὀρνίθων, πνεῦμα σύμμετρον, των ἡδίους ὀσμαί, καταγωγαὶ σεμναί, ἡμερίδες εἰς ἀνδρῶνας ἕρπουσαι, Ἀλκίνου κῆποι, τράπεζα Σικελική, κέρας Ἀμαλθείας, πανδαισία, Σύβαρις. λουτρὸν δὲ ὅ τι ἂν προκρίνας λούσῃ, τὸ χαριέστερόν σοι παρῶπται.

οὕτω δὲ ὁ χῶρος ἀμύνει σώμασιν, ὥστ’ ἢν μικρὸν ἐνδιατρίψας ἀπέλθῃς, εὐχροώτερος ἄπει. ἐρωτηθεὶς δέ, ὅτῳ μάλιστα ἐγανώθης, ἀπορήσαις ἄν. οὕτω πάντα ἐφάμιλλα. πάθος δὲ οὐδὲν οὕτως ἰσχυρὸν οὐδὲ ἄμαχον οὐδὲ ἔμμονον, ὅπερ οὐκ ἂν ἐξελάσειεν ἡ Δάφνη, ἀλλ’ ἅμα τε προσῆλθες τῷ τόπῳ καὶ τὸ λυποῦν ἀπελήλυθε. [*](R 352) θεοὶ δὲ εἴπερ ὄντως οὐρανὸν ἀφέντες εἰς | γῆν ἔρχον- [*](8 Od. η 114 sq.) [*](9 Τὸν Δία αἶγά φασι θρέψαι Ἀμάλθειαν λεγομένην, ταύτης δὲ τὸ δεξιὸν κέρας βρύειν τὴν παγκαρπίαν ἤτοι πᾶν αἰσθητὸν ἀγαθὸν ἄφθονον ἔχειν· ἀπὸ τούτου πάντα τὸν εὐδαιμόνως γοντα τὸ τῆς Ἀμαλθείας ἔχειν κέρας φασίν Β2) [*](2 αὐγὴ scripsi ex UIMBCaP sed in hoc m2 in rasura 6 fere litterarum ἀλλαγὴ reliqui libri edd ἀλλαχῆ Plan, ut coni περι Mor | διαστρέφουσα Α περιστρέφοντα Plan et Re Anim qui coniecit ἄλλα ἀλλαχῆ περιστρέφοντα 3 ἀπόλλω ΑCP sed in hoc νος supra ω m3 | Δῖός ἱερὸν om Β 5 σκιαραὶ Μο 6 ορο in χοροὶ in ras I2 7 ἡδίων ὀσμὴ suprascripta ἰοὺς et αὶ erasa Ι 9 λουτρὸν — 10 παρῶπται citat Plan fol. 99v 10 λοῦσαι Plan 11 εἰ Μ 12 ἀπέλθοις Μ | εὐχρωότερος Ι 16 προσῆλθε ΙΒΜCa προσέλθοις Re 17 ἀφιέντες ΙΜο)

521
τᾶι, τῇδέ μοι δοκοῦσι συνεῖναί τε καὶ συνεδρεύειν, ὡς οὐκ ἂν ἐν καλλίονι διατρίψαντες.

τοιαῦτα δὲ ὄντα ἃ διεξῆλθον οὐ τοσαῦτά ἐστιν, ὥστε τὴν ὑπερ- βολὴν τοῦ κάλλους ἐν τῇ βραχύτητι τῶν μετειληφότων τοῦ κάλλους ἀπολλύναι τὸ θαῦμα, οἶον οὐ πέντε μὲν οἰκίαι, κῆποι δὲ ἑπτά, κυπάριττοι δέ τριακόσιαι, λουτρὰ δὲ τρία, ἀλλὰ καλὰ μέν, ὡς οὐδὲν ἄλλοθι, πλείω δὲ ἢ καλλίω τὰ πάντα.

οὕτω γὰρ εἰς πλῆθος ἕκαστα τούτων κέκτηται, ὥστε αἰδοῖ τῆς πόλεως ἐν προαστείου τάξει μεμένηκεν, ἀμφισβητεῖν δὲ βουλομένη πόλεσιν ἐκ πολλῶν ἔχει τὸ νικᾶν, ἣ καὶ Ῥωμαίων ὅσους θεατὰς ἔλαβε, νενίκηκε πείσασα μηκέτι τὴν Ἰταλίαν ὑμνεῖν ὡς ἀήττητον τὰ τοιαῦτα.

κεφάλαιον δὲ τῶν Δάφνης καλῶν, οἶμαι δὲ καὶ τῆς γῆς ἁπάσης αἱ Δάφνης πηγαί. ὡς οὐδαμοῦ ἡ γῆ τοιαύτην ἔτεκε ναμάτων φύσιν οὔτε ἰδεῖν οὔτε χρήσασθαι. Νυμφῶν τινων ταῦτα βασίλεια, καὶ τῆς ἐκείνων δωρεᾶς τὸ καθαρώτα- τον καὶ εἰλικρινέστατον.

καὶ δὴ καὶ φαίη τις ἂν οὐχ ἦττον χαίρειν τῷ τόπῳ τὰς θεὰς ἢ τῇ μὲν Πίσῃ τὸν Δία, τῷ δὲ Ἰσθμῷ τὸν Ποσειδῶ, Δελφοῖς [*](2 ἐν om Re, quod inser Sintenis | διατρίψοντες MBCa 4 ἐν — 5 κάλλους in marg A et C f om Mor 5 ἑ in πέντε in ras Ι πἐντ’ U 9 κέκτηνται Μο 11 ὅσους — 13 τοιαῦτα citat Plan fol. 99v 12 ᾕρηκε Cobet Mnem. Χ 197; Ν. S. V 110 praetulerim κεκήληκε | τὴν Ἰταλίαν] τηνο Plan Ἰταλίαν scripsi cum Cobeto (Mnem. X 198; Ν. S. II 404; V 110 = Coll. 106) et Nabero (Mnem. Ν. S. XVI 117) coll. Ι 559, 17 R Ἰταλίαν τὴν καλὴν Γαλιλαίαν libri (sed οἶμαι γαλατίαν Μ2 in marg Κουτιλίαν Re Anim Γαλατίαν Gasda coll. I 412, 5 R τὴν Γαλατῶν εὐδαιμονίαν 13 περὶ πηγῶν titulus in marg CAB 17 ων in ἐκείνων ex ου corr Β2 18 νεστα in εἱλικρινέστα- τον in ras I2 εἰλικρινέστατον Mo Re | καὶ tertium om MBCa 19 ἥττω U)

522
δὲ τὸν Ἀπόλλω, τῇ Λήμνῳ δὲ Ἥφαιστον. καὶ εἰ δὴ δεῖ πιστεύειν ἐν ὕδασι τὴν δίαιταν εἶναι ταῖς Νύμφαις, [*](R 353) δοκοῦσί μοι τοῖς μὲν ἄλλοις ἐπιφοιτᾶν, | ὅσον ἐπι- σκοπῆσαι, τουτὶ δέ, ὥσπερ οἱ βασιλεῖς, ἀντ’ ἀκροπόλεως πεποιῆσθαι. πείθομαι δὲ κἀκεῖνο τὰς τρεῖς θεάς, ὅτε περὶ κάλλους ἤριζον, ἐνταυθοῖ λουσαμένας ἥκειν ἐπὶ τὴν κρίσιν μᾶλλον ἢ οὗ λέγονται.

τίς γὰρ ἐπι- στὰς καὶ θεασάμενος ἔκ τε τῶν πρώτων στομάτων τὸ ὕδωρ ἐκρέον καὶ καθ’ ἑκάτερον τοῖχον τοῦ νεὼ φερό- μένον οὐκ ἂν ἀγασθείη μὲν τὸ πλῆθος, ἐκπλαγείη δὲ τὸ κάλλος, τιμήσειε δὲ ὡς θεῖον, ἅψαιτο δὲ ἡδέως, λούσαιτο δὲ ἥδιον, πίοι δὲ ὡς ἥδιστα; τὸ γὰρ αὐτὸ ψυχρόν τε καὶ διαυγὲς καὶ ποτιμώτατον καὶ χάρισιν ἐγκεχρισμένον καὶ προσηνὲς ὁμιλῆσαι σώμασιν.

οὐ μὴν ἐν τῇ μητρὶ μόνῃ τὸ ὕδωρ ἔμεινεν, οὐδὲ Δάφνη μὲν ἐγέννησε, Δάφνη δὲ ἀπέλαυσε στήσασα περὶ αὑτὴν τὸ δῶρον, ἀλλ’ ἡ μὲν ἔφηνε, μετέσχε δὲ μετὰ τῆς φηνάσης ἡ πόλις οἴκοθεν οἴκαδε τῶν ναμάτων δρα- μόντων, καὶ οὐκ ἐκ τῆς ὑπερορίας, ὃ πολλοῦ μὲν πόνου, πολλοῦ δὲ κινδύνου τῆς ἐπικουρίας ἐκ τῆς ἄλλων φιλανθρωπίας αἰωρουμένης, μηχανησάμενοι δὲ ὁδὸν [*](7 Eur. Andr. 285. Hel. 676 21 Plat. Menex. p. 248 Α) [*](1 post ω in ἀπόλλω rasura 2 litterarum in Ι 2 δεῖ δὴ UIMCa | ὕδασι scripsi e Μο auctore Re ὕδατι reliqui libri edd 5 πείθομαι — 8 θεασάμενος citat Plan fol. 99v 5 δὴ U | ἐκεῖνο Ca 7 κρίσιν inser I2 12 αὐτὸν Μο sed ν era- sum 13 διειδὲς Μο sed in marg γρ διαυγὲς | ώτατον in ποτιμώτατον in rasura 2 fere litterarum Ι2 14 εχ in ἐγκε- χρισμένου in ras Ρ2 ἐγκεχαρισμένον UM | προσ in προσηνὲς in ras P2 | οὐ — 16 ἀπέλαυσεν citat plan fol. 99v 16 λανσε U | αὑτὴν ex αὐτὴν corr Ρ2Β2 αὐτὴν Α αὐτὴν MCa ἀυτὴν U)

523
τῷ ῥεύματι κατηρεφῆ διὰ τῆς ὑπωρείας πη μὲν ἔγκοι- λον τὴν ὑπώρειαν τέμνοντες, πη δὲ προσοικοδομοῦντες, ἔστι δὲ οὗ καὶ μετέωρον τὸν πόρον ὑπὲρ γεφυρῶν ἄγοντες, ἔνθα τοῦτο ἐπηνάγκαζον οἱ κρημνοὶ, κοινοῦσι τῷ ἄστει τὴν ἐκ τῶν προαστείων χορηγίαν.

καὶ νῦν ᾧ μάλιστα νικωμεν, τοῦτό ἐστιν, ὅτι κατάρρυτος ἡμῖν ἡ πόλις. καὶ πρὸς μὲν τἄλλα | κἂν ἀναισχυν- [*](R 354) τήσαι τις, ἐν δὲ ὑδάτων μνήμῃ πάντες εἴκουσι. τα μὲν καλὰ πλήθει νικῶμεν, τὰ δὲ πολλὰ κάλλει, μᾶλλον δὲ τὰ μὲν ἄφθονα τῷ πλήθει, τὰ δὲ χαρίεντα τῷ κάλλει. λουτρῶν μὲν τῶν δημοσίων ἕκαστον ποταμοῦ μέτρον ἐκχεῖ, τῶν δὲ ἰδίων τὰ μὲν ὅσονπερ ἐκεῖναι τὰ δὲ οὐ πολλῷ τῳ λειπόμενον.

ὅτῳ δὲ δύναμις λουτρὸν ἐπὶ τοῖς προτέροις ἐγείρειν, ἕνεκά γε ναμάτων θαρρούντως ἐγείρει καὶ οὐ δέδοικε, μὴ τὸ μὲν εἰς ἄκρον ὥρας ἀσκηθῇ , Νυμφῶν δὲ ἐνδείᾳ πολυδίψιον ὀνομασθῇ, ἀλλὰ τοσοῦτον ἀπέχει τοῦ σπάνει τῶν των ἀποστῆναι τῆς ὁρμῆς, ὥστε καὶ ὅτῳ μὴ πολλή τις ὁρμή, παρ’ αὐτῶν τῶν ὑδάτων ἐντρέπεται. τοιγαροῦν [*](16 ΙI. δ 171) [*](1 ἠγάγομεν inter ὑπωρείας et πῆ inser Ι2 | η in πῆ in ras Ρ2 πῆι C ποῖ U | γ in ἔγκοιλον in ras Ι2 2 πῆι C ποῖ UMCa 3 τὸν πόρον inser I2 4 κινοῦσι U νέμομεν δὲ in ras I3 6 ὃ IBMCa | τοῦτ’ ἔστιν Ι 7 ἡ πόλις om Ca | τἆλλα CA τ’ ἄλλα sed τ ante ἄ eras Β | in ἀναισχυν- τήσαι acutus in ras I2, υν in ras Ρ2 ἀναισχυντῆσαί Μο ἀναισχυντῆσαι τίς Β 9 μὲν γὰρ καλὰ BMCa μὲν οὖν καλὰ Re Anim 11 μὲν γὰρ τῶν Re Anim 12 ἐγχεῖ Μου | δ’ Re | ον in ὅσονπερ in ras Ι2 ὅσα UB 13 τῳ scripsi ex APBMMo auctore Re Anim τῷ CUI edd τὰ Ca πολλοστῷ Iacobs | λει- πόμενα UIBMMoCa 14 ἐπὶ in ras I2 ἐν U 16 δ’ Re 18 ὁρμῆς Ρ 19 spri. asper in ὁρμή in ras Ρ2)

524
ἅπασα φυλὴ τῆς πόλεως λουτρῶν κόσμοις ἰδιωτικοῖς ἁβρύνεται τῆς ἐπωνυμίας κρείττοσιν. ἃ τοσούτῳ καλ- [*](R 355) λίω τῶν δημοσίων, ὅσῳπερ τῶν δημοσίων | ἐλάττω, καὶ πολλὴ τῶν φυλετῶν ἔρις παρ’ αὐτοῖς ἑκάστοις εἶναι τὸ κάλλιστον.

ἔξεστι δὲ τὸν μὲν τῶν πηγῶν πλοῦτον τῷ πλήθει τῶν οἰκιῶν σκοπεῖν· ὅσαι γὰρ οἰκίαι, τοσαῦται κρῆναι, μᾶλλον δὲ καθ’ ἑκάστην πολλαί, καὶ τῶν γε ἐργαστηρίων τὰ πολλὰ τούτῳ φαιδρύνεται.