Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
ὁ δὲ διαρρεῖ τε ἅπασαν καὶ περιρρεῖ καὶ οὐδὲν ἄμοιρον τῆς ἐπικουρίας ἀφίησιν· [*](4) οὐ γὰρ εἰς μὲν τὰς | τῶν εὐδαιμόνων οἰκίας καὶ [*](R 347) τριωρόφους εἰσχεῖται, τῶν δὲ χαμαιζήλων καὶ ὅσαι πενήτων ὑπεραιωρεῖται, ἀλλ’ ὥσπερ ἐν δημοκρατίᾳ τῶν νόμων ἴσον μέτεστιν, οὕτω παρ’ ἡμῖν ἰσομοιρία τις τῶν ζεφύρου καλῶν, καὶ οὐδεὶς πώποτε διψῶν αὔρας παρὰ τῶν γειτόνων ᾐτιάσατο τοῦτο παθεῖν. οὕτω διὰ πάντων ἔρχεται καὶ διολισθαίνει καὶ ὅτουπερ ἂν λάβηται, τοῦτο ὁδὸς αὐτῷ.