Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
Ἀθηναίοις μὲν γὰρ ὁ Βορέας συνεναυμάχησε μισθόν, ὥς φασιν, ἧς ἥρπασε κόρης διδοὺς τὴν δωρεὰν αὐτοῖς, ἣν οὐ σφόδρα καθίστησι μετρίαν ὁ κηδεστής, ἡμᾶς δὲ ὁ Ζέφυρος οὐ προαδικήσας εἶτα εὖ ποιεῖ, ἀλλ’ ἐρᾷ μέν, ἐρᾷ δὲ οὐ κόρης, ἀλλ’ ὅλης τῆς πόλεως ἔρωτα ἀθάνατον καὶ κατασχὼν αὑτὸν τοῦ χειμῶνος, ἡνίκα οἶδεν, εἰ προσίοι, λυπήσων, συνεισέρχεται τῷ θέρει τὸ καῦμα ἐπισχήσων.