Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
ο ἰκίαι δὲ αἰ μὲν ἀνιστάμεναι τῆς παρούσης φαιδρότη- τος, αἰ δὲ τῶν ἔμπροσθεν χρόνων ἐν τῷ μετρίῳ τρόπῳ τό τε ὑπερήφανον διαφεύγουσαι καὶ τὸ ἀνελεύθερον.
222. Εἰ δὲ δεῖ μὴ σιγῆσαι τὸ νῦν ἐπελθόν, ὁ Ζέ- [*](R 346) φυρός μοι δοκεῖ πεῖσαι τοὺς ἀρχαίους οἰκήτορας | μὴ πάντα πόνον εἰσενέγκασθαι περὶ τοὺς τοίχους. ὡς ὅσοις μὲν τὰ τῶν ἀέρων οὐκ εὖ ἕστηκε, τὴν ἀπ’ νων ψυχαγωγίαν μηχανῶνται, ἡμῖν δὲ τὸν ἥδιστον ἄνεμον καρπουμένοις καὶ ἐσθλὸν ἑταῖρον, ὥς φησιν Ὅμηρος, κεκτημένοις τὸν Ζέφυρον οὐδὲν δεῖ περιεργίας τοῦ θεοῦ παρέχοντος τρυφᾶν.