Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
οἷς μὲν οὖν οὔκ εἰσιν ἐκταδὸν οὕτω στοαὶ τῶν οἰκιῶν προκείμεναι, τούτους ὁ χειμὼν διοικίζει, καὶ λόγῳ μὲν μίαν οἰκοῦσιν, ἔργῳ δὲ διεστήκασιν ἀλλήλων οὐχ ἦττον ἢ τῶν ἐν ταῖς ἄλλαις πόλεσι καὶ πυνθάνονται περὶ τῶν ἐγγὺς οἰκούν- των, ὥσπερ ἀποδημούντων. καὶ γὰρ ὄμβρῳ καὶ χαλάζῃ καὶ χιόνι καὶ πνεύμασιν οἴκοι κατέχονται τοῖς δεθεμέ- νοις παραπλησίως, μόλις δὲ τῶν οἰκετῶν οἱ πάλαι ταλαιπωρεῖσθαι μεμαθηκότες εἰς ἀγορὰν παρακύψαντες ἀποπηδῶσιν· ὥστε ὁπότε ἀπαιθριάσειεν, ὥσπερ ἐκ κροῦ πλοῦ σεσωσμένοι, περιβάλλοντες ἀλλήλους ἀσπά- ζονται πολλὰ μὲν ἐκλελοιπότες εἰς ἀλλήλους ὧν ὁ φιλίας νόμος ἔταξε, μεμφόμενοι δὲ ἀνθ’ ἑαυτῶν <ἐκεῖνα ὑφ’ ὧν> κεκώλυνται.