Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
Δημήτηρ δὲ οὕτω δή τι τὴν ἡμετέραν ἠγάπησε μᾶλλον ἢ Σικελίαν, ὥστε Ἥφαιστος μὲν ἐπὶ τῆς ἀσπίδος χρυσῆν ἄρουραν ἐποίησεν, ἡ δὲ μοῖραν ἡμῖν τῆς γῆς οὐ|μικρὰν χρυσῷ προσόμοιον ἐποίησε [*](R 281) τῇ τε χρόᾳ καὶ ἅμα ὁ καρπός, οἷος οὐκ ἄλλοθεν, καὶ τὸ δῶρον ξανθῆς ὄντως θεοῦ.