Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

ἔστι δὲ τὸ μὲν μῆκος οὕτω πολὺ τεταμένοις τούτοις, ὥστε λεαί- νοντι μὲν μόνον τοσοῦτον χῶρον πολλῆς ἂν δεῆσαι χειρός, βαδίζοντι δὲ εἰς τέλος ἀπ’ ἀρχῆς μόχθον εἶναι καὶ τῆς ἐξ ἵππων δεῖν βοηθείας, οὕτω δὲ ὕπτιον καὶ συνεχὲς διὰ τέλους, οὐκ ἐξηλλαγμένον οὔτε χαρά- [*](R 338) δρᾶις | οὔτε πρανέσιν οὔτ’ ἄλλων δυσκολιῶν εἴδεσιν, ὥσπερ ἐν γραφῇ χρωμάτων κατ’ ἐξουσίαν προσελθόν- των.