Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

καὶ θαρροῦσί γε εἰκότως. ὁ γὰρ οὗ πλεῖσται σύνοδοι, τῆς αὑτοῦ γνώμης σπουδὴν ἐνδείξας εἰς ἀείμνηστον κατέθετο τὴν δόξαν, ὥσπερ, οἶμαι, τῶν ζωγράφων οἱ τὴν σοφίαν τῶν χει- ρῶν εἰς Δελφοὺς ἀναθέντες. καὶ οὐχ οἱ μὲν ἄρχοντες, οἷς ἔνι τούτου τυχεῖν ἐκ βασιλικῶν χρημάτων, ῥᾳδίως ἐπὶ τὰς προσθήκας τῆς πόλεως ὥρμησαν, οἷς δὲ θεν ἡ δαπάνη, πρὸς τοῦτο ἀπώκνησαν, | ἀλλ’ οἳ τῆς [*](R 337) περὶ τὸν βασιλέα γεγόνασιν ἑταιρίας, πλείω τῆς ἐν- ταῦθα ἀναλώσεως ἢ τοῦ προσλαβεῖν ἔσχον ἔρωτα καὶ πανταχόθεν κάλλη λίθων ἀθροίσαντες ἐγκατέμιξαν δομημάτων κάλλη τῷ ἄστει δίκην ἀστέρων καὶ γενόμενοι τῆς μεγαλοπρεπείας ἡγεμόνες πολλοὺς ἔσχον τοὺς ἀκολουθήσαντας λαμπρότερα τῆς δυνάμεως βεβουλευμένους.