Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

ἄνευ γὰρ τῆς ἐν τοῖς πολιτευομένοις παιδείας τρεῖς χοροὶ ῥητόρων ἰσάριθμοι <ἐν> τοῖς δικαστηρίοις ρονται τὴν ἀκοὴν οὐχ ἦττον εἰς κρίσιν ἢ τὴν γλῶτταν εἰς τὸ συνειπεῖν τεθηγμένοι· ὥστ’ οὔτ’ εὐδαιμονέστερος οὐδεὶς τοῦ δεξιοῦ κριθέντος ἐνθάδε κακοδαιμονίᾳ τε πάντες δεύτεροι τοῦ κατεψηφισμένου. καὶ δὴ καὶ ὅστις οὐ σὺν τρόμῳ καὶ δείματι δεῦρο εἴσεισιν, οὐκ ἀνδρεῖος, ἀλλ’ ἀναίσθητος, ἀγνοῶν, εἰς ὅσον ἐμβαίνει κινδύνου.