Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
καὶ γεγό- νατε τῆς Ἀσίας μητρόπολις οὐ τῇ τῆς ἀξίας ὑπεροχῇ μᾶλλον ἢ τῷ πᾶσιν ὅ πάντων ὠφελιμώτατον ἐνθένδε γενέσθαι. ὅποι γὰρ ἂν ἐλθὼν βουλὴν εὕρῃς λόγοις ὡπλισμένην καὶ ῥήτορας ἀσφαλῶς ἀγορεύοντας, ἢ τας τῶν ἐνθένδε μουσείων ἀθλητὰς ἢ τούς γε πλείους ἢ πάντως γε οὐκ ἐλάττους εὑρήσεις.