Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
ἔπειτα νέων ἐσμοὶ τὰ μελιττῶν νικῶντες συνῆλθον. ἔπειτα οὐδεὶς αἰσχυνόμενος ἀπῆλ- θεν, ἀλλ’ ἐμπορευσάμενοι μάλα ἱκανῶς οἱ μὲν ἔμειναν, οἱ δὲ ἀπῆλθον, οἱ μὲν ἐξ αὐτῶν ὧν ἐκτήσαντο πρὸς τὴν δοῦσαν ἐρωτικαῖς ἀνάγκαις δεθέντες, οἱ δὲ σωτη- ρίαν φέροντες ταῖς ἑαυτῶν πατρίσι τὰς αὑτῶν διανοίας. ἔπειτα ἡ τῶν ἐπανηκόντων λαμπρότης ἐπὶ τὴν αὐτὴν [*](R 334) τελετὴν ἑτέρους ἐξώρμησε, καὶ προπέμπουσιν | οἱ μὲν παῖδας, οἱ δὲ ἀδελφούς, οἱ δὲ γείτονας, οἱ δὲ γνωρίμους, πάντες δὲ ἁπλῶς πολίτας.