Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

ῥεόντων γὰρ εἰς αὐτήν, ὥσπερ εἰς θάλασσαν πο- ταμὼν, πάντων μὲν ὁπλιτῶν, πάντων δὲ τοξοτῶν καὶ [*](1 Xen. Ages. II 3 4 Malal. p. 142. Strab. XII p. 535) [*](11 sq. cf. t. III 293, 11 sq. R) [*](1 καὶ inter λυττῶντα et κατὰ quod excepto Μο libri et Mor habent, del Re | κατακράτος APIBM κρ in κράτος in ras C s 3 τοῦ ὄρους Mo et ex τοὺς ὅρους corr B2 Mor 4 ἐλέλυτο scripsi ex UIMCa cum Cobeto Mnem. V 109 (Coll. 105) ἐλύετο reliqui libri edd | τῷ] τὸ Μο 5 γίγνεται Β 12 ἀφ’ ὧν Μο | Περσικῶν Ca 13 ἀπαιτούσης ἀντιπαρασκευὴν Μ 16 τῇ οm Ca | ἄγα et circumflexus in συναγαγοῦσα in ras Ι2 συνάγουσα ΒΜΜο 17 ῆς in ἑαυτῆς in ras I2 ἑαυτοὺς Μο 18 πρὸ in προπέμψασα inser Ι2 προπέμψασα Μο sed σ erasum 19 θάλατταν Μο 20 καὶ ἱππέων inser Ι2)

497
ἱππέων καὶ ἵππων τῶν μὲν πολεμιστηρίων, τῶν δὲ ἀχθοφορούντων καὶ πάσης μὲν καμήλου, πάσης δὲ χειρός, ὡς κεκρύφθαι μὲν τοὔδαφος ἑστώτων τε καὶ ἱζανόντων, κεκαλύφθαι δὲ τοὺς τοίχους κρεμαμέναις ἀσπίσι, δόρυ δὲ καὶ κυνῆν ὁρᾶσθαι πανταχοῦ, κτύπου δὲ καὶ θορύβου καὶ χρεμετισμοῦ γέμειν πάντα, τοσού- των δὲ τάξεων ἐγκαθημένων, ὅσων καὶ ταξίαρχοι μόνοι πλῆθος ἂν οὐ μικρὸν προσέθηκαν, μᾶλλον δὲ τοσαύ- της στρατιᾶς συνειλεγμένης, ὅση παρ’ ἄλλοις καὶ. τὸ ὕδωρ ἐλέγξαι πινόμενον, οὕτω μὲν ἡμέρως ὑπεδέξατο στρατιώτην ἕκαστος, ὥσπερ συγγενῆ χρόνιον ἥκοντα θεραπεύων, οὕτω δὲ γῆς εὐπόρησεν ἕκαστος, ὥσπερ καθ’ ἕκαστον οἴκημα τῆς γῆς αὐτομάτως εἰς σπηλαίου τύπον σχηματισθείσης, οὕτω δὲ ἄχρι κόρου τρέφεσθαι παρῆν, ὥσπερ οὐκ ἀνθρωπείας γνώμης ἢ χειρὸς οὔτε προσκοπούσης οὔτε ὑπηρετούσης, ἀλλ’ ὡς ἂν θεῶν, οἵα θεῶν δύναμις, ἀδήλως ἕκαστα ἑτοιμαζόντων.

ὥσθ’ ἡμῖν μάλιστα ἐν τοῖς πολεμίοις οἱ Πέρσαι μέμφονται, [*](10 Her. VII 21, 1) [*](1 μὲν om libri Mor inser Re 3 τε om Μο 4 ους in τοίχους in ras Ρ2 | κρεμαμέναις inserui ex UIMBMoCa 5 ὒ δὲ in δόρυ δὲ in ras Ρ5 6 πάντα γέμειν Μο 7 ὅσον UBI sed in hoc in ὅσων corr m2 ἂν post ὅσων Β 8 πόνον coni Re 8 τοσαύτης — 10 πινόμενον citat Plan fol. 99 10 ἐλέγξει Plan | post ω in οὕτω rasura unius litterae in Ι 12 οὕτως τὲ Μο | ηὐπόρησεν Μο 16 οὐ in προσκοπούσης in 13,8 Ρ2 προσκοπτούσης MMoCa et τ eras UIB οὔθ’ UI sed in hoc θ’ in ras m2 | οἷα U 18 ἐν scripsi praeeunte Re Anim qui postea verba ἢ τοῖς πολεμίοις delenda censuit ἢ libri (in ras I2) exceptis MBCa qui ἢ οmisso τῶν πολε- μίων praebent, cui tamen in Β m2 ἢ τοῖς πολεμίοις supra- scriptum est 18 ἢ — 498, 1 βασιλέως post παρασχόντες Μο 18 τοῖς et ις in πολεμίοις in ras Ι2)

498
[*](R 332) ὅτι δὴ τῇ βασιλέως | ἀρετῇ τὴν πόλιν ἐφάμιλλον παρασχόντες ἀφορμὴν οὐδαμοῦ τὴν ἐκείνου προθυμίαν τῷ τῆς χορηγίας ἐλλείποντι κατεβλάψαμεν.

διὰ δὴ ταῦτα ἀντ’ ἐρωμένης τῷ βασιλεῖ καθέστηκεν ἡ πόλις καὶ καθάπερ πατρίδος ἀποδημῶν ἐπιστρέφει τε τὸν νοῦν πρὸς αὐτὴν καὶ τὴν ἐπάνοδον ὅρκον πεποί- ηται καὶ τὴν ἀπουσίαν κουφίζει γράμμασι καὶ πολέμους πολέμοις ἀπνευστὶ συνάπτει τοῖς ἐπὶ τῆς ἐσπέρας πόνοις τὴν τῆς ἔω θέαν θηρώμενος, μᾶλλον δὲ τοῖς ἐπὶ τῆς ἑῴας τὴν τῆς ἡμετέρας θέαν. οὔκουν ἑτέρωσε προὔβη, πλὴν ὅσα πόλεμος ἠνάγκασεν, ἀλλ’ ὡς ἀληθῶς ὥσπερ ἐν ἐρωμένης ἀγκάλαις τρυφῶν ἥδιστον τοῦ χρόνου τὸν ἐνταῦθα ἦγεν.

181. Ἆρ’ οὖν τὴν μὲν ῥώμην τῆς πόλεως ἔστιν, ὥσπερ ἐν ἀνθρώπου σώματι, θαυμάσαι, τὸ δὲ χρῆμα τῶν λόγων, ὃ νοῦν πόλεως ἄξιον προσειπεῖν, εἰς ἀμέ- λειαν ἐρριμμένον εὑρεῖν; καὶ μὴν τοῦτό γέ ἐστιν, ὃ μεγάλην τε οὖσαν σεμνοτέραν ποιεῖ καὶ εἰ μὴ τοσαύτην γε εἶναι συνέβη, πάντως ἂν εἰς τὸ θαυμάζεσθαι καθίστη.

ὥσπερ γὰρ τῶν Ἀθήνησι λαμπρὰ μὲν καὶ τὰ ἄλλα, [*](12 Amm. Marc. XX 11, 32) [*](1 ἀρε in ἀρετῇ in ras Ι2 3 ποντι in ἐλλείποντι in marg add P2 4 ἀντερωμένης Μο 5 στρέφει Μο 8 τῆς] Μο | ε in ἑσπέρας in ras P2 9 ω in ἕω in ras I2 ἕω ἑώας corr P2 | τοῖς supra τῆ, quod m2 e τὴν corr, I3 Re τὴν C sed in τηι corr s τῆ AP (sed m2 in ras) UMBMoCa τῆς Mor 10 ἡμετέρας ex ἡμέρας corr Ι2 11 ὡς ἀληθῶς ex ὡσαληθῶς corr Β2 12 ἥδιστα Gasda 13 τὸν om Μο 14 ἆρ’ οὖν — 19 καθίστη citat Plan fol. 99 14 titulus π]ερὶ τῆς (om CA) σοφίας in marg CAB 16 ὃ νοῦν οm U in lacuna 6 litterarum ὃν οὖν ΜοCa | νῦν Plan 18 τε om CAP sed in hoc post μεγάλην in marg rasura unius litterae γέ Μ 19 ἂν inser Ι2 | καθειστήκει UI sed in hoc καθίστη suprascr m2 20 τἄλλα Ι)

499
αἰ τριήρεις, αἱ ναυμαχίαι, τὸ πολλῶν ἄρξαι, κράτιστον δὲ ἡ τῆς σοφίας ἐπιθυμία τε καὶ τιμὴ καὶ κτῆσις, οὕτω δὴ καὶ παρ’ ἡμῖν οὐδὲν μὲν ἔξω θαύματος, πάντα δὲ ἐλάττω τοῦ τῆς σοφίας ἔρωτος.

καί [*](4) μοι δοκεῖ βουληθεὶς ὁ θεὸς ὁ τὴν γῆν δίχα | τεμὼν [*](R 333) ἑκάτερον μέρος ἐξ ἴσου κοσμῆσαι καὶ καθάπερ ἐν ζυγῷ τὴν ἰσορροπίαν σῶσαι κελεῦσαι τὸν Ἑρμῆν σπέρματα λόγων ἐνταυθοῖ καταθέσθαι τῶν Ἀττικῶν οὐ λειπό- μενα καὶ τῇ ῥάβδῳ κινῆσαι τοὺς ἀνθρώπους ὀρέγεσθαι τοῦ κτήματος.

τοιγαροῦν ὥσπερ πρότερον εἰς δύο πόλεις διῄρητο τὰ τῶν Ἑλλήνων πράγματα, τὴν Σπάρτην καὶ τὰς Ἀθήνας, οὕτω νῦν εἰς δύο πόλεις τὰ τῶν Ἑλλήνων καλά, τήνδε τε καὶ τὰς Ἀθήνας, εἰ δὴ τοῖς λόγοις μᾶλλον ἢ τῷ γένει τὸν Ἕλληνα κλητέον.

καὶ δὴ δύ’ αὗται λαμπάδες ῥητορικῆς ἀνίσχουσιν, ἡ μὲν τὴν Εὐρώπην, ἡ δὲ καταλάμπουσα τὴν Ἀσίαν. πρῶτον μὲν γὰρ ἀρετὴν παιδευτῶν τοσαύτην ἡ πόλις ἐδέξατο, ὥστ’ εἰ μὴ τῶν ἐνταυθοῖ θρόνων, πάντως ἂν τῶν Ἀθήνησιν ἠξίωντο· τοσοῦτον τοῖς μὲν τόνου, τοῖς [*](5 Ιsocr. Paneg. § 179 p. 78 c 7 Plat. Phaed. p. 109 Α 10 Isocr. Paneg. § 16 p. 44 3, 14 Isocr. 1. 1. § 50 p. 51 a 16 Aesch. Ag. 93) [*](16 Εὐρώπη τὸ ἀπὸ Βυζαντίου μέχρι Γαδείρων μέρος τῆς οἰκουμένης Β2) [*](2 τε om Μο 3 οὐδὲν — 4 ἔρωτος citat Plan fol. 4 πάντως Plan 5 ὁ alterum om Μο | τέμνων Μο 6 ἑκά- τερον — 10 κτήματος citat Plan l. l. 6 ἐξίσου ΑΡΒΜο Plan 10 εἰς — 12 νῦν in Marg Ρ2 εἰς δύο πόλεις διῄρητο corr e διῄρητο εἰς δύο πόλεις P3 12 διῄρηται Μ, διήρητο BCa post πόλεις 13 τε inser I2 15 δύο UIMo Re ἐν Mor | αὐταῖς Mor 18 πάντω in πάντως in ras I2 19 ν in ἠξί- ωντο inser I3)

500
δὲ ὥρας περιῆν.

ἔπειτα νέων ἐσμοὶ τὰ μελιττῶν νικῶντες συνῆλθον. ἔπειτα οὐδεὶς αἰσχυνόμενος ἀπῆλ- θεν, ἀλλ’ ἐμπορευσάμενοι μάλα ἱκανῶς οἱ μὲν ἔμειναν, οἱ δὲ ἀπῆλθον, οἱ μὲν ἐξ αὐτῶν ὧν ἐκτήσαντο πρὸς τὴν δοῦσαν ἐρωτικαῖς ἀνάγκαις δεθέντες, οἱ δὲ σωτη- ρίαν φέροντες ταῖς ἑαυτῶν πατρίσι τὰς αὑτῶν διανοίας. ἔπειτα ἡ τῶν ἐπανηκόντων λαμπρότης ἐπὶ τὴν αὐτὴν [*](R 334) τελετὴν ἑτέρους ἐξώρμησε, καὶ προπέμπουσιν | οἱ μὲν παῖδας, οἱ δὲ ἀδελφούς, οἱ δὲ γείτονας, οἱ δὲ γνωρίμους, πάντες δὲ ἁπλῶς πολίτας.

καὶ γεγό- νατε τῆς Ἀσίας μητρόπολις οὐ τῇ τῆς ἀξίας ὑπεροχῇ μᾶλλον ἢ τῷ πᾶσιν ὅ πάντων ὠφελιμώτατον ἐνθένδε γενέσθαι. ὅποι γὰρ ἂν ἐλθὼν βουλὴν εὕρῃς λόγοις ὡπλισμένην καὶ ῥήτορας ἀσφαλῶς ἀγορεύοντας, ἢ τας τῶν ἐνθένδε μουσείων ἀθλητὰς ἢ τούς γε πλείους ἢ πάντως γε οὐκ ἐλάττους εὑρήσεις.

οἱ δὲ τῇ περὶ τὸ βῆμα τέχνῃ καὶ τῇ πρὸς τὰς δίκας ἐπικουρίᾳ πρὸς τὴν τοῦ δικάζειν τάξιν ἀφικνοῦνται καὶ παρεχόμεθα τοῖς ἔθνεσι ῥήτοράς τε 〈καὶ δικαστὰς〉 ἄκρους, οἳ τὰς πόλεις ταῖς γνώμαις ὀρθοῦντες ἓν μόνον κτῶνται τὸ τούτων αἴτιοι γίγνεσθαι καὶ ἀπίασι δὴ κεναῖς μὲν χερσί, τῇ δόξῃ δὲ ἐστεφανωμένοι. ἃ δὴ καὶ ὑμεῖς [*](14 Od. θ 171) [*](3 ἀλλ’ scripsi e Mo ἀλλὰ reliqui libri edd | ἱκανὰ Re 5 οῦσαν cum lacuna unius litterae ante o U 6 αὑτῶν ex αὐτῶν corr Ρ4 αὐτῶν MMoCa 10 γεγόνασι Ca 11 α et ίας in ἀξίας in ras Ι2 ἐξουσίας U | ῇ in ὑπεροχὴ in ras 12 ὠφελιμώτατόν ἐστιν Re 13 ὅπη U | εὑρῇς scripsi cum Gasda εὕροις libri Mor ἂν εὕροις Re 19 ἔθνεσιν Μο | τε erasum Ι | καὶ δικαστὰς inserui auctore Re Anim 20 αῖς et αις ὀρ in ταῖς γνώμαις ὀρθοῦντες in 13,8 P2 21 γίγνεσθαι e γίνεσθαι corr Ρ2 γίνεσθαι A Mor γενέσθαι Μο Re | ἀπίασι ex ἀπιᾶσι corr C s ἀπιᾶσι Α Re)

501
εἰδότες Μούσαις τε ἱερὰ πολυτελῶς οἰκοδομεῖσθε νέοις μὲν ἐνδιατρίβειν, ταῖς δὲ θεαῖς γέρας, καὶ διδασκάλοις πολίταις τε χρῆσθε καὶ οὐ φθονεῖτε ξένοις.

καὶ τῇ φιλανθρωπίᾳ τὸ | τῆς ἀκριβείας ἐπὶ τῶν λόγων [*](R 335) ἀναμέμικται· τὸ μὲν γὰρ ἅπασιν ἀνεῖσθαι τὰ συνέδρια τὴν φιλανθρωπίαν, τὸ δὲ τοὺς ἐπαίνους ὧν ἄξιον μόνων τὴν ἀκρίβειαν ἐνδείκνυται.

καὶ καλούντων μὲν σύνιτε, πλημμελοῦσι δὲ οὐ συγκρύπτετε, ἀλλὰ καὶ νόημα νοσοῦν καὶ σχῆμα ἡμαρτημένον καὶ ῥῆμα διε- φθαρμένον εὐθὺς ἥλω. κοινὸς δὲ τῆς κακίας ἔλεγχος ἐξ ἅπαντος τόπου κινεῖται, καὶ οὐκ ἔστι βαλλομένῳ καὶ τοξευομένῳ βλέψαντι πρός τι τοῦ θεάτρου χωρίον ἀκροατῶν ἀμαθίᾳ τὸν τῆς γνώμης ἀναπαῦσαι θόρυ- βον, ἀλλ’ ὅποιπερ ἂν ἴδῃς, ἀκριβὴς εὔθυνος ἵδρυται. [*](14 Εὐθύνω ῥῆμα τὸ εἰς ἐξέτασιν ἄγω καὶ τὸ κολάζω καὶ τὸ κατ’ εὐθεῖαν ἄγω· ὅθεν καὶ εὔθυνος, ὡς ἐνταῦθα παρὰ Λιβανίῳ, ἡ τοῦ δικαίου οἱονεὶ ὀρθότης καὶ στάθμη· ἔτι δὲ εὐθύνω καὶ τὸ εὐθὲς ποιῶ, ὃ καὶ ἀπευθύνω λέγεται εὐθύνομαι δὲ τὸ εἰς ἐξέτασιν ἄγομαι ἢ κολάζομαι Β2 (cf. Thom. Μ. s. ν. εὔθυνος)) [*](2 δὲ inser Ι2 | θεαῖς δὲ MBMoCa ς in θεαῖς inser Ι2 3 πολίτας τε ἐᾶτε χρῆσθαι Re Anim, postea coni πολίταις αὐτοί τε χρῆσθε καὶ τοῖς ξένοις οὐ φθονεῖτε πολῖται? Sintenis | τε om Μο | χρῆσθαι Μ | ε ultimum in φθονεῖτε in ras Ι2 4 ἀναμέμικται ἐπὶ τῶν λόγων Μο | τὸν λόγον CAP Mor 5 τὸ e τῶ corr Ι2 τῷ MBMoCa | ἃ πᾶσιν Μο 6 τῶ ΙΒΜο | aut εἶναι inserendum aut οἷς ἄξιον μόνοις legendum putat Re 7 μόνον UIMo | ἐνδείκνυσθε ΜΒΜοΙ sed in hoc supra ν rasura et σθε trans lineam m2 8 πλημελοῦσι ΡΙ et e πλημ- μελοῦσι corr Β | ε ultimum in συγκρύπτετε ex αι corr Ι2 | καὶ om Μο 12 ὑομένῳ in τοξευομένῳ in ras Ρ2 13 „malim ἐναναπαῦσαι aut ἐπαναπαῦσαι“ Re 14 ὅπη περ U | ης in ἴδης ex οις corr Ρ2 ἴδοις Mo num ἴδῃ ? | ἀκριβὴς — ἵδρυται citat Thom. Μ. s. ν. εὔθυνος p. 108, 19 ὅθεν καὶ εὔθυνος παρὰ Λιβανίῳ ἐν τῷ Ἀντιοχιλῷ· δικαιοσύνης ἀκριβὴς κτλ.)

502

ἄνευ γὰρ τῆς ἐν τοῖς πολιτευομένοις παιδείας τρεῖς χοροὶ ῥητόρων ἰσάριθμοι <ἐν> τοῖς δικαστηρίοις ρονται τὴν ἀκοὴν οὐχ ἦττον εἰς κρίσιν ἢ τὴν γλῶτταν εἰς τὸ συνειπεῖν τεθηγμένοι· ὥστ’ οὔτ’ εὐδαιμονέστερος οὐδεὶς τοῦ δεξιοῦ κριθέντος ἐνθάδε κακοδαιμονίᾳ τε πάντες δεύτεροι τοῦ κατεψηφισμένου. καὶ δὴ καὶ ὅστις οὐ σὺν τρόμῳ καὶ δείματι δεῦρο εἴσεισιν, οὐκ ἀνδρεῖος, ἀλλ’ ἀναίσθητος, ἀγνοῶν, εἰς ὅσον ἐμβαίνει κινδύνου.

οὕτω δὲ πάλαι τε ἐρριζώθη τῇδε τὸ χρῆμα τῶν λόγων καὶ δι’ ὁμοίας ἀκμῆς ἐχώρησε. καὶ τοῖς ἔξωθεν ἐπ’ αὐτοὺς ἥκουσι καὶ τοῖς ἁψαμένοις ἔνδοθεν | [*](R 336) ὑπῆρχε μετασχεῖν τῶν πηγῶν, ὥστ’ ἤδη δόξα νενί- κηκεν, ὡς ὅστις ἂν ἐπιβῇ τῆς γῆς, γέγευται τῆς τέχνης καὶ ῥητορείας κεκοινώνηκεν, ὥσπερ τῆς γῆς πνεῦμα ἀνείσης μουσικόν, καθάπερ ἑτέρωθι μαντικόν.

193. Οὐ δὴ θαυμαστόν, εἰ τοῖς μὲν ἄλλοις κρα- τοῦσα τῶν ἄλλων, τῇ δὲ τῆς σοφίας ἀσκήσει μετὰ τῶν ἄλλων καὶ τὰ αὑτῆς νικῶσα τοὺς ἐπὶ τὰς ἀρχὰς ἰόντας ἐραστὰς ἑαυτῇ καθίστησιν· ὧν ἑκάστῳ καὶ προοίμιον τῆς διοικήσεως καὶ μέσα καὶ τελευταῖα τό τι προσ- θεῖναι τῇ πόλει. καὶ γὰρ οὖν οἷς μὲν ὑπῆρξε προσ- θεῖναι, καθάπερ οἱ τοῖς θεοῖς μέγιστα ἀνάψαντες ἀνα- [*](4 Soph. Ai. 584 8 Xen. Cyr. II 1, 15 9 Plat. Theaet. p. 209 E) [*](1 πολιτευομένοις — 2 τοῖς om Ca 2 ἐν inserui | τοῖς ἐν τοῖς δικαστηρίοις ΒΜΜο 3 ττ in γλῶτταν in ras Ρ2 7 δ in δείματι in ras Ρ2 δείμασι Ca 8 κίνδυνον IMo Re 13 γεύεται UBMMoCa 14 ultimum ν in κεκοινώνηκεν add Ρ2 κεκοινώνηκε Α 15 ἀνιείσης ? 17 τῇ — 18 ἄλλων prae- misso κείμενον in marg add Ι2 18 αὑτῆς ex αὐτῆς corr Ι αὐτῆς Α αυτῆς U ἑαυτῆς ΒΜ 19 ἑαυτῆς Re 20 τό τι Re τί τὸ libri Mor 22 θεοῖς BMMoCa Re θείοις reliqui libri Mor)

503
θήματα, σὺν εὐφροσύνῃ τὸν ὑπόλοιπον ζῶσι χρόνον ἔχοντες ἐν ταῖς συνουσίαις ὅ τι κάλλιστον ἑαυτῶν διηγοῦνται, μᾶλλον δὲ πάντα λέγειν ἔχοντες, ἃ λαμ- πρύνειν πέφυκεν ἄνθρωπον, τὰ ἄλλα σιγῶντες ἐνὶ τούτῳ φιλοτιμοῦνται θαρροῦντες, ὡς οὔποτε αὐτοὺς λήθη καταλήψεται τῶν ἔργων αὐτοῖς ἐν τῷ καλλίστῳ τῶν ὑπὸ τὸν ἥλιον ἑστηκότων.

καὶ θαρροῦσί γε εἰκότως. ὁ γὰρ οὗ πλεῖσται σύνοδοι, τῆς αὑτοῦ γνώμης σπουδὴν ἐνδείξας εἰς ἀείμνηστον κατέθετο τὴν δόξαν, ὥσπερ, οἶμαι, τῶν ζωγράφων οἱ τὴν σοφίαν τῶν χει- ρῶν εἰς Δελφοὺς ἀναθέντες. καὶ οὐχ οἱ μὲν ἄρχοντες, οἷς ἔνι τούτου τυχεῖν ἐκ βασιλικῶν χρημάτων, ῥᾳδίως ἐπὶ τὰς προσθήκας τῆς πόλεως ὥρμησαν, οἷς δὲ θεν ἡ δαπάνη, πρὸς τοῦτο ἀπώκνησαν, | ἀλλ’ οἳ τῆς [*](R 337) περὶ τὸν βασιλέα γεγόνασιν ἑταιρίας, πλείω τῆς ἐν- ταῦθα ἀναλώσεως ἢ τοῦ προσλαβεῖν ἔσχον ἔρωτα καὶ πανταχόθεν κάλλη λίθων ἀθροίσαντες ἐγκατέμιξαν δομημάτων κάλλη τῷ ἄστει δίκην ἀστέρων καὶ γενόμενοι τῆς μεγαλοπρεπείας ἡγεμόνες πολλοὺς ἔσχον τοὺς ἀκολουθήσαντας λαμπρότερα τῆς δυνάμεως βεβουλευμένους.

ἐνταυθοῖ γὰρ ὁ μὲν οὐκ ἐγεί- ρων οἰκίαν ἢ τῶν γε οὐσῶν ὠνούμενος κἂν πάνυ πλουτῇ, μάτην ἡγεῖται πλουτεῖν, ὁ δὲ τοῦτο μὲν παρε- [*](9 Τhuc. Ι 33, 1 10 Paus. Χ 25 sq.) [*](2 ὅτι ΡΜΜο 3 διηγῶνται Ι sed ω in ras m2 διη- γεῖσθαι Μο 5 αὐτοῖς Ca 6 τῆ καλλίστη Μ 7 τῶν] τῆς ΒΜοCa | ον in τὸν in ras C2, gravis add s 8 αὑτοῦ ex γρ ἱδρύσας αὐτοῦ corr Ρ2 αὐτοῦ AIMMoCa αυτοῦ U 9 ἐνδείξας ΜΒ sed in hoc γρ νοσήσας in marg m2 ἱδρύσας Μο et γρ in marg Ca | τὴν om Mo 15 ἑταιρείας ΒΜΜο et ex ἑταιρίας corr Ι 20 α alterum in ἀκολουθήσαντας in ras I2 | α alterum in λαμπρό- τερα in ras Ρ3 λαμπρότερον U 21 ἐνταυθοῖ ex ἐνταῦθα corr I2)

504
χόμενος, τοῖς δὲ ἄλλοις εἰς στενὸν ἥκων ἐν εὐπόροις αὑτὸν ἀριθμεῖ. διὰ ταῦτα τὸ μέτρον οὐχ ἵσταται τῇ πόλει, καθάπερ δὲ ἐν ἀνθρώπου σώματι παρ’ ἡμέραν αὔξεται.

196. Καὶ δὴ καιρὸς ὑπέρ τε τῆς θέσεως καὶ τοῦ μεγέθους ἤδη διελθεῖν. οἶμαι γὰρ οὐδεμίαν φανεῖ- σθαι τῶν οὐσῶν, ᾗ μέγεθός ἐστι τοσοῦτον ἐν οὕτω καλλίστῃ θέσει. ἀρξαμένη γὰρ ἐξ ἔω πρόεισιν ἐπὶ δυσμὰς ἰθυτενής, δίδυμον στοῶν ὕψος ἐκτείνουσα. διίστησι δὲ αὐτὰς ἀπ’ ἀλλήλων ὁδὸς ὕπαιθρος ἐστρω- μένη λίθῳ κατὰ τὴν στοὰν τὸ εὖρος.

ἔστι δὲ τὸ μὲν μῆκος οὕτω πολὺ τεταμένοις τούτοις, ὥστε λεαί- νοντι μὲν μόνον τοσοῦτον χῶρον πολλῆς ἂν δεῆσαι χειρός, βαδίζοντι δὲ εἰς τέλος ἀπ’ ἀρχῆς μόχθον εἶναι καὶ τῆς ἐξ ἵππων δεῖν βοηθείας, οὕτω δὲ ὕπτιον καὶ συνεχὲς διὰ τέλους, οὐκ ἐξηλλαγμένον οὔτε χαρά- [*](R 338) δρᾶις | οὔτε πρανέσιν οὔτ’ ἄλλων δυσκολιῶν εἴδεσιν, ὥσπερ ἐν γραφῇ χρωμάτων κατ’ ἐξουσίαν προσελθόν- των.

στενωποὶ δὲ ἀπὸ τῶν στοῶν τὰς ἀρχὰς εἰληφότες οἱ μὲν ἐπ’ ἄρκτον ἴασι δι’ ὁμαλοῦ τοῦ παν- τός, οἱ δὲ ἐπὶ μεσημβρίας πρὸς τοὺς πρόποδας τοῦ [*](2 διαταῦτα ΑΙΒΜ 3 ἡ et αν in ἡμέραν in ras Α2 καθημέραν Μο 5 titulus περὶ τῆς (om I) θέσεως καὶ τοῦ (om I) μεγέθους τῆς πόλεως add I, post θέσεως inser Μο) in marg CAIBMo | θέσεως inser Ι2 | τῆς πόλεως post θέσεως UI sed in hoc τῆς inser m2 6 ἤδη inser I2 | φανῆναι Re 9 εἰς εὐθύ τεταμένη m2 supra ἰθυτενὴς Β 10 post δὲ rasura 2 litterarum Β 11 λίθω Μ λίθοις ΒΜο | εὗρος ΙΒ 12 τούτω Μο 13 μόνον post 14 βαδίζοντι transponere voluit Re | δεῆσαι e δεήσαι corr Ρ2 14 ἀπαρχῆς Β 16 διατέλους ΡΜο | ι in χαράδραις inser Ρ2 17 „malim ἄλλοις“ Re 18 προελθόντων maluit Re, fortasse recte 21 μεσημβρίαν Re, at cf. Her. VI 34 οἰκιστὴν ἐπάγεσθαι ἐπὶ τὴν χώρην — καὶ ἐκτρά- πονται ἐπ’ Ἀθηνέων | post τοῦ rasura 2 litterarum in C)

505
ὄρους ἀνατείνουσιν ἠρέμα μέχρι τοσούτου τὴν οἴκησιν προάγοντες, μέχρι τοῦ σώζεσθαι συμφωνίαν πρὸς τὸ λοιπὸν σχῆμα τῇ πόλει καὶ μὴ τῷ λίαν ἐξῆρθαι τῆς λοιπῆς οἷον ἀφεστάναι.

οὐ γὰρ ὑπερβᾶσα μνοὺς καὶ βάραθρα καὶ ταῦτα μεταξὺ ἑαυτῆς ποιήσασα καὶ λαβομένη μικροῦ του χωρίου κατὰ μέσας τὰς νας τοῦ ὄρους οἰκίας ἐνέθηκε φόβον ταῖς ὑποκειμέναις τὰς ἐπικειμένας, ὥσπερ τὸν τοῦ Σισύφου πέτρον, ἀλλ’ ἐφ’ ὅσον ἔμελλε διὰ συνεχοῦς προβήσεσθαι, τοσοῦτον κατασχοῦσα τὴν εὐσχημοσύνην τῷ πλήθει συνδιεφύ- λᾶξεν.

ἀνέχει δὲ τὸ ὄρος παρεκτεινόμενον ὥσπερ ἀσπὶς εἰς ὕψος προβεβλημένη, τοῖς δὲ ἐπὶ τῆς ὑπωρείας ἐσχάτοις οἰκοῦσι φοβερὸν μὲν οὐδὲν οἷον ἐξ ὄρους, πάσης δὲ εὐθυμίας ἀφορμαὶ πηγαὶ καὶ φυτὰ καὶ κῆποι καὶ αὖραι καὶ ἄνθη καὶ ὀρνίθων φωναὶ καὶ τὸ πρὸ τῶν ἄλλων ἀπολαῦσαι τῶν ἠρινῶν.