Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
καὶ οὐ τοῖς ταύτην ἀνθῃρημένοις τῆς αὑτῶν εἰς ἐλάττωμα [*](R 327) κέκριται τὸ | μὴ τὴν αὑτῶν οἰκεῖν, ἀλλ’ οἱ κατα- μείναντες οἴκοι τούτους ζηλοῦντες αὑτοῖς ἐπιτιμῶσιν οὐ μεταστᾶσιν. οὕτω κοινὴ μετουσία τῶν ἀγαθῶν τῇδε πρόκειται. καὶ οἵ τε ξένοι στέργουσιν ὡς οἰκείαν ἣν ἀντὶ τῆς οἰκείας εἵλοντο, οἵ τε πολῖται τῶν ξένων οὐκ ἀξιοῦσι πλεονεκτεῖν, ἀλλ’ ἀσπάζεται τὰς ἀρετὰς τῶν ἐπελθόντων ὥσπερ ἀμέλει τὰς τῶν ἐκγόνων, μουμένη κἀν τούτῳ τοὺς Ἀθηναίους.