Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
συνεπελάβοντο δὲ καὶ γυναῖκες τοῦ ἔργου οὐχ ὅσον κραυγῇ καὶ ὀλολυγῇ καὶ λίθοις ἀπὸ τοῦ στέγους, τοῦτο δὴ τὸ Πλαταιᾶσιν, ἀλλ’ ἄντικρυς εἰς χεῖρας [*](11 Τyrt. fr. 15, 3 sq. Xen. de re equ. 10, 15 18 Thuc. II 4, 1) [*](2 φόρων ΑΡ sed in hoc punctis del, UCa Re om reliqui libri, sed in marg C s γρ φόρων πορείαις et in I vox supra lineam inter ταῖς et πορείαις inserta sed postea erasa, Mor cancellavi ἅτε ἐν φώρων π. coni Re 3 φθείραντες e BMCa auctore Re φθείροντες reliqui libri Mor 6 γὰρ] δὲ Ca 8 αὐτοπιστίαν Mor αὐτοψίαν τῶν δρωμένων Gasda | 10 τες in ἀναμείναντες in ras I2 11 δέξασθαι Mor | καί om Μο | προβαλόμενοι scripsi e CP auctore Re προβαλλόμενοι reliqui libri edd 12 μὲν om Μο 16 λοιπῶν Μο 17 συν- επέλαβον — 491, 1 ἐλθοῦσαι citat Plan fol. 99 17 συνεπε- βάλοντο Ca 18 κραυγὴ scripsi (Mus. Rhen. 32, 93) coll. Thuc. 1. 1. τῶν γυναικῶν καὶ τῶν οἰκετῶν ἅμα ἀπὸ τῶν οἰκιῶν κραυγῇ τε καὶ ὀλολυγὴ χρωμένων λίθοις τε καὶ κεράμῳ βαλλόντων Ὀργῆ libri Plan edd | τέγους Μ)
163. Τοιαύτη μὲν ἐν τοῖς ἐπείγουσι τῶν κινδύνων ἡ πόλις σώζουσα τὰ τολμήματα τῶν προγόνων | ἐν [*](R 326) τῇ φύσει. σκοπῶμεν τοίνυν, εἰ καὶ τὰς ἄλλας ἀρετὰς Ἀθηναίων ἐφύλαξεν, οὓς ἐδέξατο συνοίκους.
164. Οὐκοῦν μέγιστον μὲν κατ’ ἐκείνων ἐγκώμιον, ὅτι κοινὴν καταφυγὴν ἀνέῳξαν τοῖς δεομένοις τὴν αὑτῶν, καὶ συνέρρεον πανταχόθεν Ἀθήναζε ξένοι, ἡμεῖς δὲ καθ’ Ὅμηρον μακρῷ ταύτῃ πατέρων ἀμείνους· οὐ γὰρ ἔστι πόλις, ἦς οὐ δεδέγμεθα μέρος. ἀλλὰ πλείους μὲν ἀφ’ ἑκάστης οὐκ ἔστιν εἰπεῖν, οὐ πολλῷ δὲ ἐλάτ- τους τῶν καταμεινάντων ἑκασταχοῦ τοὺς δεῦρο μετα- στάντας δεδέγμεθα, τοὺς μὲν τρυφῆς ἐπιθυμίᾳ, τοὺς δὲ κατ’ ἐμπορίας λόγον, τοὺς δὲ κατ’ ἐπίδειξιν ὧν ἐπίστανται, τοὺς δὲ ὡς ἐπὶ πενίας ἀπαλλαγῇ.