Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

ὡς γὰρ [*](R 325) εἶδον τὸν τύραννον εἰς τὸ βασίλειον θέοντα | καὶ τὰ τῶν δεσποτῶν ἁρπάζοντα, τὴν ἀτοπίαν τῶν μένων εἰς παράκλησιν λαβόντες οὐκ ἠξίωσαν νύκτα ἀναμείναντες βουλεύσασθαι, ἀλλὰ τοῦτο μόνον ἡγη- σάμενοι βουλήν, οὐ δέχεσθαι, καὶ προβαλόμενοι τὰ στήθη μὲν ἀντ’ ἀσπίδων, τοὺς μοχλοὺς δὲ ἀντὶ των καὶ πᾶν τὸ εἰς χεῖρας ἰὸν ἀρκοῦν νομίσαντες ὅπλον, τὸ σκῆπτρον αὐθημερὸν ἀπεκρούσαντο, τοὺς μὲν πρώτους οἷς εἶχον αὐτοὶ κατενεγκόντες, ἔπειτα τοῖς ἐκείνων ὅπλοις κατὰ τῶν ὑπολοίπων χρησάμενοι.