Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
φιλανθρωπίᾳ τοίνυν τοσοῦτον περίεστιν, ὥστε ἃ πρὸς τοὺς οἰκείους ἑτέροις παραλείπεται, ταῦτα τούτῳ περὶ τοὺς ξένους πέπρακται. τῶν γὰρ παρ’ ἄλλοις πολιτευομένων δεῦρο ἀνασπασθέντων ἐπ’ αἰτίαις ὧν ἡ δίκη θάνατος, ἀγο- μένων ἐπὶ τὰς σφαγὰς ἔπεσε μὲν ὁ δῆμος εἰς δάκρυα καὶ περιέρρεον τὸ βασίλειον σὺν ἱκετηρίᾳ, τὴν δὲ τοῦ τότε κρατοῦντος ζέουσαν ὁρμὴν αἰ τούτων δεήσεις ἐστόρεσαν.