Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

καὶ γάρ τοι ταῖς μὲν ἄλλαις, ἢν ἐνέγκωσιν ἄρχοντος ῥύμην καὶ μὴ τελέως κατα- κλυσθῶσιν, ἔπεισι φρονεῖν· ἐν ἡμῖν δὲ οἵτινες <ἂν> ἄρχοντες εὐδοκιμήσωσι, τὸν ἐπ’ ἀρετῇ στέφανον ἀνῃ- ρῆσθαι νομίζουσιν, οὐχ ὡς ἀπειθεστέρων κεκρατηκότες, ἀλλ’ ὡς ἂν ἐν φρονήμασιν ἐλευθέροις ἐπαίνου τετυχη- κότες.