Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
καὶ οὐκ αὐτὴ σὺν τρόμῳ ποιεῖται τὰς εἰσόδους ὡς τοὺς ἄρχοντας, ἀλλ’ οἱ μέλλοντες ψηφιεῖσθαι σὺν εὐλαβείᾳ καλοῦσιν, ὡς ἂν ἐν ἀνδράσιν ἁρπασθῆναι μὲν οὐ ῥᾳδίοις, κρῖναι [*](R 319) δὲ δυνατοῖς | τὴν πεῖραν δώσοντες. οἱ δὲ τοῦ δικαίου μὲν παρορωμένου διαμάχονται, νικῶντος δὲ ἐπαινοῦσι. καὶ μέγα εἰς τὸν βίον ἄρχοντι τὸ δόξαι τῇ βουλῇ τὰ δίκαια βεβουλεῦσθαι.