Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

καὶ μετὰ τοιούτου σχήματος ἕως Ἰωνίας ἀνέβη δεικνὺς ἔν τε βουλαῖς καὶ πράξεσι τὸν μέγαν Ἀντίοχον καὶ ὡς οὐκ ὀνόματος εὐφημίαν ἔφερε κενήν, ἀλλ’ ἐξ αὐτῶν ὧν ἔπραττε τοῦτο ἦν ἀκούειν ἄξιος. ἐξ ὧν φόροι τε ἡμῖν ἐφοίτων καὶ τοῖς τοῦ πολέμου δώροις ἡ πόλις ἐκοσμεῖτο τῶν μὲν ὑπηκόων ἐπιμελουμένη, τοὺς δὲ ἀνθισταμένους καταστρεφομένη, ἔπειτα καὶ τούτοις ἀντ’ ἀγαθοῦ δαίμονος γιγνομένη, δυοῖν παριοῦσα τὴν Περ- σικὴν δυναστείαν, ἰσχύι τε καὶ τῷ τῆς προστασίας ἤθει.

122. Ἕτερος Ἀντίοχος γίγνεται βασιλεύς, εἰρηνικός τε ὁμοῦ τὸν τρόπον καὶ πολεμικός, τῇ μὲν χαίρων, εἰ [*](9 Her. VIII 89 Aesch. or. I § 5 p. 30, 5 Thuc. III 97, 1 cf. t. I 384, 8 R) [*](1 τῷ UMo Re 2 σ prius in προσκατασκευάζεται inser I2 4 τῇ ἁπάσῃ Gasda 5 μέτρον] μεῖζον Ca 9 τ ἡ ν I sed η et ν in ras m3 et singulae litterae ante et post η eras om Ca 11 post χρῆν rasura 2 litterarum Μ 12 ἀνέβη in marg inser Μο ἐπέβη Ρ sed ἐπ in ras m2 19 δυεῖν CA Re ἐνῆν Mor | παριοῦσαν Μο sed ν eras 21 γίνεται Α 21 εἰρη- νικός — 476, 4 ἀτιμάζων citat Plan fol. 99)

476
μή τις θρασύνοιτο, πρὸς δὲ ἐκεῖνον εὔψυχος, εἴ τις ἐπαναγκάζοιτο, καὶ οὔτε τῇ τῆς ἡσυχίας ἡδονῇ τοῖς ἀδι- κοῦσιν εἴκων οὔτε τῷ κρατεῖν ἐν πολέμοις τὴν ἡσυχίαν ἀτιμάζων, ἀλλ’ εἰδώς, εἴπερ τις ἀνθρώπων, ὅπλα τε ἁρπάσαι μετὰ τοῦ καιροῦ καὶ καταθέσθαι πάλιν.

ὃς ἐπειδὴ λῃστικὸν ἐν τῷ Ταύρῳ συνειστήκει καὶ Μυσῶν [*](R 311) λείαν ἐποίει Κίλιξι τὰ πράγματα | καὶ μετὰ τῶν ἄλλων προσαπώλλυ τὰς ἐπιμιξίας ἀνθρώπων, ἐλθὼν ἐπ’ αὐτοὺς ὀξύτερον ἐξέκοψεν ἢ Μίνως ἐκ τῶν Κυκλά- δῶν τοὺς Κᾶρας, καὶ ταῖς πόλεσιν ἀπέδωκεν ἀλλήλαις χρῆσθαι καὶ τὸν ἐπικείμενον φόβον ἐκβαλὼν ἀνέῳξε τὰς ὁδοὺς τοῖς ἐμπόροις· ἀνθ’ ὧν ὑπὸ τῶν εὖ παθόν- των ἵστατο χαλκοῦς ταῦρον κεχειρωμένος δηλοῦντος τοῦ ζώου τὸ ὁμώνυμον ὄρος.

124. Ἔχων δὴ καὶ τῶν λοιπῶν βασιλέων οὐκ ὀλίγα διελθεῖν, φεύγων ὅπερ ἔφην, τὸ τῷ μήκει διοχλεῖν, ἐκεῖνο λέγω, ὅτι ὥσπερ τὰς προσηγορίας ἀλλήλων, οὕτω καὶ τὰς τῶν τρόπων ἀρετὰς διεδέξαντο, οἱ μὲν ἐν [*](5 Xen. Anab. V 9, 8 6 ep. 673. Dem. p. 248, 23 9 Thuc. I 4) [*](6 λῃστρικὸν πλοῖον, λῃστικὸν δὲ σύνταγμα Β2 (= Thom. M. v. p. 224, 4. cf. Lobeck Phryn. p. 242)) [*](2 ἐπαναγκάζοι coni Gasda et Cobetus Mnem. V 107 (Coll. 103) cf. p. 120, 5 et t. I 566, 1 R, at Libanius talis medii aman- tissimus | ἀγαθοῖς supra ἀδικοῦσιν I3 6 λῃστρικὸν IB sed in his ρ erasum et UMCa ληστηκὸν Μο sed ρι supra η m2 cf. Thuc. I 4 8 ὧν ante προσαπώλλυ inseruit Re | ἀνθρώ- πων scripsi ἀναιροῦν libri edd 9 ἐξέκοψεν scripsi ribus Re et Gasda coll. p. 385, 9 R et Thuc. 1. 1. Κᾶρας ἐξελάσας ἔκοψε libri edd 13 χαλκοῦς scripsi auctoribus Gasda et Cobeto Mnem. V 107 (Coll. 103) χαλκοῦν libri Re χαλκοῦς ταῦρος Mor 14 ζώιου C | τὸ ὁ in τὸ ὁμώνυμον in ras 1 vel 2 litterarum Ρ2 15 δὴ e δὲ corr A δὲ Re 16 τὸ inser Mo2 | οχλ in διοχλεῖν in ras I2)

477
ἡσυχίᾳ τὴν πόλιν τηρήσαντες, οἱ δὲ ἐν πολέμοις λαμ- πρὰν ἀποφήναντες, πάντες δὲ ἒν ἐκεῖνο ταὐτὸ φρονή- σαντες, τὸ ἧς ἕκαστος παρελάμβανε μείζω παραδοῦναι τὴν πόλιν.

ὁ μέν τις Μίνωος | ἱερὸν ἐποίησεν, [*](R 312) ὁ δὲ Δήμητρος, ἄλλος Ἡρακλέους, ἕτερος ἑτέρου, καὶ τῷ μὲν ἐδημιουργεῖτο θέατρον, τῷ δὲ βουλευτήριον, ὁ δὲ ὁδοὺς ἐλέαινεν, οἱ δὲ τὰ Νυμφῶν ὀχετοῖς ἐκόμιζον, οἱ μὲν ἐκ προαστείων εἰς τὴν πόλιν, οἱ δὲ εἰς τὸ νεώτερον μέρος ἐκ τῶν πηγῶν, αἷς ἡ παλαιτέρα βρύει, νεώς τε ἐπὶ νεῷ κατεσκευάζετο καὶ τὸ πλεῖστον ἦν τῆς πόλεως ἐν τοῖς ἱεροῖς· τὸ γὰρ αὐτό, κόσμος τε τῇ πόλει καὶ φυλακή, τῶν θεῶν τὰ ἀνάκτορα.

ἀλλὰ γὰρ τοὺς χόας τῆς θαλάττης μετρεῖν <ῥᾷόν> ἐστιν τῷ λόγῳ πειρᾶσθαι περιλαμβάνειν, ὅσαις ἕκαστος προσ- θήκαις ἐπὶ μεῖζον ἦρε τὴν πόλιν. διὸ τῶν ἀδυνάτων ἀποστὰς τὴν ἐπίκλησιν ἑκάστου σημεῖον ποιήσομαι τοῦ τρόπου. τῷ μὲν γὰρ ἐγένετο Σωτήρ, τῷ δὲ Θεός, τῷ δὲ Καλλίνικος, τῷ δὲ Μέγας, τῷ δὲ Φιλοπότωρ, τῷ δὲ [*](9 [Arist.] de mund. 3 p. 392b 15 13 Plat. Theat. p. 174 D. Aristid. or. III t. I 30, 17 D.) [*](1 οἱ δὲ] οὐδὲν Μο 2 ἓν inser Ι2 4 Ἀπόλλωνος Cobet Mnem. V 107 (Coll. 103), at cf. Mueller Ant. p. 70 6 τῷ e τὼ corr P3 (bis) 9 αἷς I et m2 supra ἧς Μ, in marg Mo2 et Re ἧς reliqui libri et Mor qui ὧν coni 13 θαλάττης Ρ sed ττ in ras m3 θαλάσσης AUMo Re | ῥᾷόν inserui auctore Reiskio Anim, quod Cobetus Mnem. V 108 (Coll. 103) pro γὰρ poni iussit 15 ἦγε ? cf. p. 475, 5 | διὸ — 17 τρόπου citat Plan fol. 99 16 ἀποστὰς Ρ sed ἐκ supra ἀπο m2 ἀπο suprascr. ἐκστὰς Α ἐκστὰς Re | τὴν ἐπίκλησιν Ρ sed ην m2 in ras et σιν e ν corr m2 τὸ ἐπίκλην AC Plan Μο sed in hoc σιν supra ν suprascr. m2, et supra τὴν ἐπίκλησιν I3 18 Μέγας, τῶ δὲ om B)

478
Ἐπιφανής, καὶ οὐκ ἔστιν ὃς ἄμοιρος ὤφθη τῆς ἀπὸ τοιούτων μαρτυρίας.

καίτοι εἰ ταῖς Ἀθήναις σεμνὸν τὸ τῶν πολιτευομένων παρ’ αὐτοῖς τὸν μὲν δίκαιον κληθῆναι, τὸν δὲ ἕτερόν τι, πόσον γε τῇ ἡμε- τέρα γίγνεται τὸ τοὺς βασιλεῖς τοιούτων προσρημάτων [*](R 313) ἀξίους | ὀφθῆναι, καὶ ταῦτα οὐ δύο τινάς, ἀλλ’ ἐφε- ξῆς ἅπαντας καί, τὸ ἔτι μεῖζον, εῖς τοσοῦτον ἥκοντας ἀριθμοῦ;

128. Οὐ μόνον δὲ ἄρα τῶν ἀρχόντων τὰ κράτιστα ἀπελαύσαμεν, ἀλλὰ καὶ τῶν ἐκείνων γυναικῶν, αἳ τοὺς ἱστοὺς ὑπερβᾶσαι κρείττους ἐγένοντο τῆς φύσεως εἰς τὴν πόλιν, φροντίδας ἀνδράσι προσηκούσας ὑπομένου- σαι, αἰ μὲν βοηθοῦσαι τοῖς περὶ τὰς ταφὰς νόμοις, αἰ δὲ τοὺς μὲν θεοὺς ἱεροῖς τιμῶσαι, τὴν δὲ πόλιν τιμῇ κοσμοῦσαι, καθάπερ οὐκ ἐπὶ παίδων γοναῖς μόνον συνοικοῦσαι τοῖς ἀνδράσιν, ἀλλὰ καὶ ὅπως μιμοῖντο τὰ ἐκείνων περὶ τὴν πόλιν.

129. Ἕως μὲν οὖν ἐδόκει τῷ δαίμονι τῇ νων γνώμῃ τὴν Ἀσίαν εὐθύνειν, ἥδε ἦν αὐτοῖς τῆς [*](4 Aesch. or. I § 25 II § 23 III § 181) [*](1 ὃς ἄμοιρος Re ἄμοιρος ὃς libri nisi quod ὃς in Mo m2 deletum et ante ἄμοιρος insertum et in Ca post ὤφθη positum est, et Mor 3 αὐταῖς BCa 4 post κληθῆναι excidisse putat τὸν δὲ χρηστόν Cobet Mnem. V 108 (Coll. 103) de Phocione cogitans haud improbabiliter, etsi locus Aeschinis or. I § 25 etiam Solonis mentionem factam esse suadere potest | τῇ γε CUIMo et in ras corr ut videtur e γε τῇ Ρ3 τῆ τε Ca 5 γ alterum in γίγνεται inser Ρ3 γίνεται U et inser I3 10 αἳ — 12 ὑπο- μένουσαι citat Plan fol. 99 11 ὑπερᾶσαι Μο sed ὑπερβᾶσαι in marg m2 14 τῇ ante τιμῇ I2 τρυφὴ Gasda coll. p. 518, 7 15 οὐκ in marg inser P3 | μόνους Μο 16 τακείνων UI sed in hoc α in ras 2 litterarum m2 18 τῶ e τῆ corr Α τῇ Re 19 εὐθύνειν Μ sed ἰ]θύνειν in marg | αὐτῆς UCa)

479
δυναστείας οἷον ἀκρόπολις, καὶ τύχῃ τε ἀγαθῇ συνέζων ἐνθάδε καὶ τοῖς ἁπανταχόθεν τήνδε ἐπήσκουν· ἐπεὶ δὲ τὴν μὲν ἐκείνων ἀρχὴν ἔστησεν ὁ θεός, τῇ δὲ μαίων οἷον σειρᾷ χρυσῇ τὰ πάντα ἐζώννυ, ταχέως μὲν ᾔσθετο τῆς ἐν οὐρανῷ βουλῆς, ἀψοφητὶ δὲ τὴν μετα- βολὴν ἐδέξατο. ὧν δὲ ἀναγκαῖον ἦν γενέσθαι καὶ μεμαχημένην, τούτοις ἀμαχεὶ προσέθετο καθαρὸν δυσμε- νείας τὸν μέλλοντα παρασκευάζουσα χρόνον καὶ οὐ διδοῦσα πρόφασιν μνησικακεῖν.

τοιγαροῦν ἀντὶ ταύτης τῆς διανοίας τοιαύτης ἀπέλαυσε τῆς τῶν ἡγε- μόνων προνοίας, ὥστε γένει μόνον ἔδοξε μεταβεβλῆσθαι τὸ τῆς ἀρχῆς· ὡς ἥ γε τῶν | ἀγαθῶν φορὰ δι᾿ ἴσου [*](R 314) παρῆν, καθάπερ οὐχ ἑτέρων μὲν κτισάντων τὴν πόλιν, ἑτέρων δὲ παρειληφότων, ἀλλὰ Ῥωμαίων ἃ τὸ πρῶτον ἐποίησαν ἐχόντων καὶ τὴν ἀναγκαίαν εὔνοιαν πρὸς τὰ αὑτῶν ἔργα σωζόντων. οὕτως αὐτοῖς τήν τε ὑπάρ- χουσαν ἀξίωσιν ἐτήρησαν καὶ ὅση παρ’ αὐτοῖς νενό- μισται προσέθεσαν καὶ τὸ μητρόπολιν εἶναι τῆς Ἀσίας οὐκ ἀπεστέρησαν.

131. Πρὸς μὲν οὖν τοὺς οἰομένους οὐ πάλαι τὴν πόλιν ἡμῖν ἐν λόγῳ καθεστάναι ταῦτα εἰρήσθω· πρὸς δὲ τοὺς ἀπὸ λαμπροῦ σχήματος κατενεχθῆναι τὰ παρ- [*](2 ἐνθένδε I sed εν ex α corr m2 3 εός in θεός in ras I2 3 τῆ δὲ — 4 ἐζώννυ citat Plan fol. 99 3 ῥωμαίων ἀρχὴ Plan 4 ἐζώννυ ὁ θεός Plan 7 μεμαχημένην scripsi e Ρ (sed ν erasum) Μ (sed ν in ras e σ, ut videtur, corr) μεμα- χημένης CAIBMoCa Mor μεμαχημένοις 17 U Re, qui etiam μεμα- χημένῃ coniecit | τούτοις — προσέθετο citat Plan fol. 99 8 ἅπαντα Ca 10 ἀπήλαυσε MCa 12 δι’ ἴσων Re Anim ἐξ ἐσοῦ Cobet Mnem. V 108 (Coll. 104) 13 παρῆν scripsi cum Re et Cobeto 1. 1. περ ἦν libri edd 14 τοπρῶτον PMB 15 ν in εὔνοιαν in ras Ρ4 εὔροιαν Α 16 αὑτῶν ex αὐτῶν corr Ι2 αὐτῶν UBMCa 17 ὅση παρ’] num ὅσηπερ?)

480
ὄντα δεικνύσθω, φθόνος δὲ μὴ βάλοι τὸν λόγον. αἱ μὲν γάρ, ὥσπερ στρατιῶται γεγηρακότες, τὰ παλαιὰ σφῶν αὐτῶν ᾄδουσαι τοῖς παροῦσι στένουσιν, ἡμῖν δὲ ἐφάμιλλα τοῖς ᾀδομένοις τὰ ὁρώμενα, καὶ οὐ διηγή- σασθαι μᾶλλον ἔστιν ἢ δεῖξαι.

132. Σκοπείτω δέ τις, ὥσπερ ἐν μουσικῇ, τὴν πόλιν εἰ διὰ πάντων ἥρμοσται, ἢ νὴ Δία, ὥσπερ ἄγαλμά τι [*](R 315) τῶν ὀνομαστῶν, εἰ μὴ τὸ δέον ἐξ | ἡμισείας, ἀλλ’ ὡς ἔνι μάλιστα τελεώτατα παρέχεται.

133. Καὶ πρῶτον μὲν τὴν βουλὴν σκοπῶμεν, ἐπειδὴ καὶ τὸ πᾶν σχῆμα τῆς πόλεως, <ἐπὶ ταύτης> ἐπί τινος ῥίζης, ἔστηκε. μόνη τοίνυν αὕτη μεγίστη τῶν ἁπανταχοῦ καὶ ἀρίστη, πατέρας καὶ πάππους καὶ ἐπι- πάππους καὶ ἔτι περαιτέρω τῆς αὐτῆς τάξεως κατα- λέγειν ἔχοντες, διδασκάλοις τῆς εἰς τὴν πόλιν εὐνοίας τοῖς γονεῦσι κεχρημένοι, μετὰ τῆς οὐσίας ἕκαστος παρει- ληφώς, ὅτι χρὴ τὴν οὐσίαν τῷ κοινῷ κεκτῆσθαι.

οὗτοι γὰρ διὰ μὲν εὐδαιμονίαν πατρῷα ἐκληρο- [*](1 Aesch. Ag. 947 Pind. 01. VIII 56) [*](1 δεικνύσθω scripsi praeeunte Re e Ρ (sed σθω in ras m2) 1 (sed σθω in ras m2 et τ supra σθ m3 sed erasum) UCa δεικνύτω reliqui libri (sed σθω supra τω Μο2) edd | φθόνος — λόγον citat Plan fol. 99 | λάβοι Μ βάλλοι U 1 αἱ — 9 παρέ- χεται citat Plan 1. 1. 3 ὕσαι in ἄδουσαι in ras Ι2 ᾄδοντες U | <παρ᾿> ἡμῖν? cf. p. 482, 7. 483, 13. 494, 4 4 ἐφάμιλ ἐφάμιλλα in ras I2 | ήσα in διηγήσασθαι in ras 1 litterae B2 7 γε post δία inser Ι2 9 τελεώτατον U Re τελεωτάτους Plan 10 περὶ τῆς om Β) βουλῆς titulus in marg CIB 11 ἐπὶ ταύτης inserui, ἐπ’ αὐτῆς Re 12 ἐπί om I | ἕστηκεν CAMo 13 ἁπανταχόθεν Re 14 περαιτέρωι C 15 καὶ διδασκάλοις Β 16 κεχρη in κεχρημένοι in ras Ι2 κεχρημένος Mor κεχρημένοις Re quod correxit Sintenis 18 πατρῷα scripsi auctore Sinteni πατρῴαν libri edd πατρῴων μεγάλων coni Re Anim, διὰ μὲν φύσιν (aut διὰ μὲν γένος) εὐδαιμονίαν π. ἐκλ. in ed.)

481
νόμησαν, διὰ δὲ φιλοτιμίαν πλεῖστα ἀνηλώκασι, διὰ δὲ φιλεργίαν πολλὰ κέκτηνται, τοῦ πλούτου μὲν τὰς ἀρχὰς ἀμέμπτους ἔχοντες, λαμπρότητι δὲ πάσῃ πρὸς τὰς τουργίας χρώμενοι, προνοίᾳ δὲ τὴν πενίαν φεύγοντες, ἥδιον μὲν δαπανώμενοι περὶ τὴν πόλιν ἢ κερδαίνουσιν ἕτεροι, οὕτω δὲ πρὸς τὴν δαπάνην ἀφειδῶς ἐξορμῶντες, ὥστ’ ἤδη φόβον, μὴ πρὸς ἔνδειαν ὑπενεχθῶσι, παρι- στάναι, ἐν πολυτρόποις εἴδεσι τὰς ἀναλώσεις μενοι, νῦν μὲν τὸ πλῆθος διατρέφοντες ἐν ταῖς χρείαις καὶ ἐπιδόσεσι τὰς τῆς γῆς ἐνδείας ἀφανίζοντες, ἀεὶ δὲ τὴν πόλιν ἅπασαν λουτρῶν τε ἀπολαύσει καὶ των | χάρισιν ὠφελοῦντές τε καὶ ψυχαγωγοῦντες, [*](R 316) ἔτι ζῶντες εἰσάγοντες εἰς τὸ ·λειτουργεῖν τοὺς παῖδας καὶ τὴν ἐκ τῶν νόμων ἀτέλειαν ταῖς μεγαλοψυχίαις εἰς τέλος ἄγοντες, φαιδρότεροι τῶν οὔπω κεχορηγηκότων οἱ τὰ αὑτῶν ἀνηλωκότες.

ὃ γὰρ ἀλλαχοῦ τῷ κερ- δαίνειν ἕπεται, τοῦτο τῇδε τῷ δαπανᾶσθαι συνέζευκται, καὶ μᾶλλον ἄν τις αἰσχύνοιτο πλουτῶν ἐκ τοῦ φεύγειν τὸ λειτουργεῖν ἢ τὴν οὐσίαν ἐλάττω ταῖς λειτουργίαις ποιῶν. ὥσπερ γὰρ θεῶν τινα ἐγγυητὴν ἔχοντες, ὅτι ὧν ἂν πρόωνται διπλάσια παρὰ τῆς Τύχης ἀφίξεται, οὕτως ἐκκεχυμένως ἀναλίσκουσιν εἰς ἀγῶνας ἱππικούς [*](7 Dem. c. Aristocr. § 103 p. 654, 25) [*](2 ante πολλὰ rasura 2 litterarum I, οὐ BMMo2Ca Mor 7 παριστάναι supra περιεστάναι I2 περιεστάναι in marg Mo2 π στάναι cum rasura 3 litterarum U 11 ἀπολαύσεσι UI (sed in hoc ἀπολαύσει suprascr. m2) Re et supra ἀπολαύσει Μο2 13 καὶ ἔτι Ι | εἰσάγοντες Ρ sed τ in ras m4, ες in ras m2, ex εἰσάγον corr A2 εἰσάγονται C sed ες supra αι scr. s | τὰς λει- τουργίας Re 16 in αὑτῶν in ras Ρ2 αὐτῶν BMCa U 20 θεόν UI)

482
τε καὶ γυμνικούς, οἱ μὲν ἀξίως τῶν ὄντων σφίσιν, οἱ δὲ μειζόνως ἢ κατὰ τὰ ὄντα σφίσιν.

ἀγώνισμα δὲ ἑκάστῳ τῶν ἐν αὐτῷ τῷ λειτουργεῖν ἐστι τὸ τὸν μὲν ἔμπροσθεν ὑπερβῆναι, τῷ δὲ ἑπομένῳ τὴν ἅμιλλαν ἀποκλεῖσαι καὶ τὰ μὲν ἀεὶ ποιούμενα κάλλιον δεῖξαι, τοῖς δὲ εἰωθόσι καινὰ προσθεῖναι.

μόνοις δὲ παρ’ ἡμῖν πλείων ἔρις ὑπὲρ τοῦ λαβέσθαι λειτουργίας ἢ παρ’ ἑτέροις ὑπὲρ τοῦ διαδρᾶναι, καὶ πολλοὶ λάκις δι’ ἀναλωμάτων ἐμνήστευσαν τὴν εἰς τοῦτο πάροδον δαπάνην δαπάνῃ συνείροντες καὶ διὰ τῆς προ- τέρας εἰς τὴν δευτέραν ἐμβαίνοντες, οὐ μικροῖς ὠνού- [*](R 317) μένοι τὴν τῶν μειζόνων | φυγήν, ἀλλὰ πολλοῖς πορι- ζόμενοι τὸ πλείω καταθεῖναι.

αἴτιον δὲ φροσύνη τις ἔμφυτος, δι’ ἣν οὐκ ἀνέχονται μείζω λόγον ὑπὲρ ἑτέρων εἰς τὴν ἑαυτῶν φοιτᾶν ἢ περὶ τῆς ἑαυτῶν ἑτέρωσε φέρεσθαι νομίζοντες ἀνεπίφθονον τὴν οἰκείαν ἐν οἶς ἔξεστιν ὑψηλοτάτην ποιεῖν.

139. Σοφίας τοίνυν καὶ τῆς ἐν λόγοις ἰσχύος τοσοῦτον ἡ βουλὴ μετείληφεν, ὥστε φαίης ἂν αὐτὴν χορόν τινα εἶναι σοφιστῶν ἐν ταῖς ἀρχαῖς τοῦ βίου τὴν τέχνην ἐπιδεικνύντων. οὕτως αὐτοῖς νοῦς τε ὀξὺς [*](2 Τhuc. VII 86, 2) [*](2 σφίσιν σφίσιν delet Cobet Mnem. V 108 (Coll. 104) contra usum Libanii 4 δ’ Ι 5 καλλίω Sintenis 6 δ’ Re 9 ἀνα et α in ἀναλωμάτων in ras C2 10 πάροδον scripsi auctore Re Anim παράδοξον libri edd παραδοχὴν Sintenis 10 καὶ — 11 ἐμβαίνοντες inser in marg Μο2 14 τίς IBMo 15 παρ’ U et in ras Ρ4 | παρὰ UP (sed in hoc ambo α in ras m4) Ι (sed περὶ suprascr. m3) Mor (γρ περὶ in marg) 18 περὶ σοφίας τῶν βουλευτῶν titulus in marg CAIBMo | σοφίαν Re | τῆς e τοῖς corr C2 τοῖς Μο 20 ταραχαῖς UI (sed in hoc m2 corr in ἀρχαῖς) et in marg Μο2 21 ὀξὺς — 483, 1 ἄπαυστον inser in marg ΜΟ2)

483
καὶ ῥήματα στρογγύλα καὶ ῥεῦμα ἄπαυστον, ὥστε πολλοὶ τῶν φιληκόων εἰς τὰ δικαστήρια συνθέουσιν, ὥσπερ εἰς μουσεῖα παιδευτῶν, ἐπ’ ἀκροάσει τῶν παρὰ τοῖς ἄρχουσιν ἀγώνων, οὓς ἐκ τοῦ παραχρῆμα ἀνύτου- σιν ἀσφαλέστερον τῶν ἐσκεμμένων.

ἡ δὲ δεινότης ἥδε τοὺς ἄρχοντας ἐπαναγκάζει τοὔνομα | βεβαιοῦν, [*](R 318) ἀλλ’ οὐκ εἰς τυράννων μίμησιν ἐκβαίνειν. τί δὲ τοῦτό ἐστιν; οὗ μὲν ἀμαθὴς ἡ βουλὴ, κἂν πάνυ ζάχρυσος ᾖ, μετὰ ἀφωνίας, τοῖς μὲν ἄρχουσιν ὑβρίσαι πρόχειρον, τοῖς δὲ φέρειν ἀνάγκη σιγῇ. οἱ γὰρ οὐκ ἔχοντες λόγῳ τῶν δικαίων τυγχάνειν, ἀδικεῖσθαι πρόκεινται, καὶ τοὔνομα μὲν αὐτοῖς βουλή , δούλων δὲ τὰ πάθη.

παρ’ ἡμῖν δὲ τὸ τῶν λόγων κράτος τῇ βουλῇ μὲν τηρεῖ τὴν ἐλευθερίαν ἀκριβῶς, τοὺς δ’ ἐφεστηκότας ἐπὶ τῶν ἔργων ὃ καλοῦνται φαίνεσθαι ποιεῖ, τοῖς μὲν σώφροσιν εἰς εὕρεσιν τοῦ βελτίστου συμβαλλόμενον, τοῖς δὲ θρασέσιν ἀνεῖργον τὴν ἀσέλγειαν ταῖς ἀπὸ τῆς σοφίας ἀνάγκαις καὶ καθάπερ ἐπῳδῇ τῇ ῥητορείᾳ τρέ- [*](1 Arist. Αch. 686. Cratin. Πυτίν. fr. 119, 1 Μ Ι p. 74, 200 Κ.) [*](8 Eur. Alc. 498 Iph. Τ. 1111. Rhes. 439. 370) [*](8 ζάπλουτος κάλλιον ἢ μεγαλόπλουτος· ὡσαύτως καὶ ζάχρυσος ἢ πολύχρυσος Β2 (= Thom. Μ 1. 1.)) [*](1 παυ in ἄπαυστον in ras Ρ2 4 τουπαραχρῆμα Β | ἀνύ- τουσιν Α sed ν e ρ corr, Ι sed νυ in rasura trium quattuorve litt m2 ἀνορύττουσιν U ἀρύτουσιν CPCa Mor ἀρύττουσιν Μο (sed ν supra ρ m2) ΒΜ 8 οὗ — 9 ᾖ citat Thom. Μ s. ν. ζάπλουτος p. 168, 5 R Λιβάνιος ἐν τῷ Ἀντιοχικῷ 9 μετ’ UI Re | πρόχειρον scripsi auctore Re Anim πρότερον libri ex- cepto U qui habet πρό cum rasura 5 litterarum 12 μὲν inser Ι2)

484
πον τὸν θυμὸν εἰς πρᾳότητα. οὕτω τῆς ἐκείνων ἐξου- σίας ἰσχυρότερον κέκτηνται φάρμακον.

καὶ οὐκ αὐτὴ σὺν τρόμῳ ποιεῖται τὰς εἰσόδους ὡς τοὺς ἄρχοντας, ἀλλ’ οἱ μέλλοντες ψηφιεῖσθαι σὺν εὐλαβείᾳ καλοῦσιν, ὡς ἂν ἐν ἀνδράσιν ἁρπασθῆναι μὲν οὐ ῥᾳδίοις, κρῖναι [*](R 319) δὲ δυνατοῖς | τὴν πεῖραν δώσοντες. οἱ δὲ τοῦ δικαίου μὲν παρορωμένου διαμάχονται, νικῶντος δὲ ἐπαινοῦσι. καὶ μέγα εἰς τὸν βίον ἄρχοντι τὸ δόξαι τῇ βουλῇ τὰ δίκαια βεβουλεῦσθαι.

καὶ γάρ τοι ταῖς μὲν ἄλλαις, ἢν ἐνέγκωσιν ἄρχοντος ῥύμην καὶ μὴ τελέως κατα- κλυσθῶσιν, ἔπεισι φρονεῖν· ἐν ἡμῖν δὲ οἵτινες <ἂν> ἄρχοντες εὐδοκιμήσωσι, τὸν ἐπ’ ἀρετῇ στέφανον ἀνῃ- ρῆσθαι νομίζουσιν, οὐχ ὡς ἀπειθεστέρων κεκρατηκότες, ἀλλ’ ὡς ἂν ἐν φρονήμασιν ἐλευθέροις ἐπαίνου τετυχη- κότες.

οὕτω δὲ ἡ βουλὴ τοῖς ἐφεστῶσι προσ- φερομένη πρὸς ἀλλήλους οὐκ ἂν φαίην ὡς οὐκ ζουσιν, ἀλλὰ καὶ πάνυ τοῦτο δρῶσιν ἐπὶ τοῖς κοινοῖς ἀγαθοῖς. τρία γὰρ αὑτὴν διελοῦσα τέλη τὴν μὲν ἡγε- [*](R 320) μονίαν καθ’ ἕκαστον τοῖς ἀρίστοις ἀνατέθεικε, | τὸ λοιπὸν δὲ ἕπεται στρατηγοῖς ἐπισταμένοις ὑπὲρ τοῦ μέρους πονεῖν.

εἰπεῖν δὲ οὐ τοῖς μὲν ἔξεστιν, οἱ δὲ κεκώλυνται, ἀλλὰ κοινὴ μὲν παρρησία, συγχαί- ρουσι δὲ τῷ τι λέγον χρηστὸν οἱ παρεστηκότες, [*](3 ς ΒΜ 5 ἀπατηθῆναι Sintenis, at cf. I 560, 6 R | ις in ῥᾳδίοις in ras Ρ5 10 acutus et ως in τελέως in ras I3 11 ἡμῖν scripsi ex UIM coll. p. 480, 3. 482, 7. 483, 13 ὑμῖν reliqui libri edd | εἴτινες Μ | ἂν inserui et 12 εὐδοκιμή- σωσι scripsi auctore Gasda εὐδοκιμήσουσι libri edd 16 ἐν τοῖς BCa 18 αὑτὴν ex αὐτὴν corr Ρ2 αὐτὴν 19 καθέκαστον Ι | ἀνατέθεικε scripsi ex UBMCa ἀνέθηκε supra ἀνατέθεικε I2 ἀνέθηκε ACPMo edd 21 αὐτοῖς Ca 22 κεκώλυνται Μο sed κωλύεται in marg m2 23 τί APIBMMo)

485
φθέγγεται δὲ ἡ νεότης, καὶ τὸ γῆρας οὐκ ἄχθεται, πᾶν μὲν οὖν τοὐναντίον, συμπαρακαλοῦσι καὶ προτρέπουσι καὶ προάγονται θαρρεῖν, ὥσπερ ἀετοὶ νεοττοὺς εἰς πτῆσιν ἐρεθίζοντες.

πρὸς τοσοῦτον δὲ ἥκει τὸ σύστημα σεμνότητος, ὥσθ’ ὁμοῦ τε ἐφάνη καὶ παρὰ τῶν ὑπάρχων ὅ τι βούλεται διαπέπρακται. καὶ τῷ δόντι μέγιστον εἰς ἡδονὴν τὸ δεδωκέναι· χρηστούς τε γὰρ εὖ ποιῶν οἶδε καὶ δεινοὺς εἰπεῖν, ὧν τὸ μὲν πείθει μεμνῆσθαι τῆς χάριτος, τὸ δὲ παρέχει πρὸς ἀξίαν ὑμνεῖν.

καὶ τί δεῖ λέγειν ὑπάρχους, ὅπου γε καὶ βασιλεῦσιν ἐν αἰδοῖ τὸ συνέδριον γράμματά τε πέμπον καὶ διαλεγόμενον πρὸ τῶν θρόνων. ἐν δὴ τῷ χρηματίζειν τῆς μὲν βουλῆς ἡ φρόνησις ἐδείχθη τῷ κρατοῦντι, παρὰ δὲ τοῦ κρατοῦντος ἦλθον τούτοις εἰς τιμὴν ἐθνῶν ἀρχαὶ.

τὸ δὲ πρὸς τὴν οἰκείαν φίλ- τρον ἐπὶ τοῦ βουλεύειν ἐνίους κατέσχε, καὶ δυοῖν ἐκοσμήθησαν οἷς τοῦτο ὑπῆρξε, τῷ τε ἐπ’ ἐκεῖνα κεκλῆ- σθαι καὶ τῷ ταῦτα ᾑρῆσθαι. τῷ μὲν γὰρ ἀρχικῶς ἔχοντες | ἔδειξαν, τῷ δὲ μεῖζον ἄγοντες ἄρχεσθαι [*](R 321) τῇ πατρίδι ζῶντες ἢ τοῦτο ἐκλιπόντες ἑτέρων ἄρχειν.