Oratio 11

Libanius

Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.

οὐκοῦν οἱ [*](R 309) μὲν ἑτέρωθι | φαίνονται βουληθέντες ὡς ἡμᾶς ἐλ- θεῖν, οἱ δὲ παρ’ ἡμῖν οὐκ ἀνασχόμενοι τὴν ἑτέρωσε μετάστασιν, ἀλλὰ τῷ κάλλει μὲν ἔρωτας ἐφ’ ἑαυτοὺς ἀνάψαντες, αὐτοὶ δὲ ὅ τοὺς ἄλλους ἐποίουν, πρὸς ἡμᾶς πεπονθότες καὶ ὑπὸ μὲν τῶν ἐραστῶν ἑλκόμενοι, τῆς δ’ ἐρωμένης γῆς ἀνθαπτόμενοι πάλιν. τοσαύτη φιλο- χωρία μὲν εἶχε τοὺς ἡμετέρους δαίμονας, ἐπιθυμία δὲ τοὺς ξένους ἡμετέρους γενέσθαι.

118. Καὶ ἐμήκυνα τὸν περὶ τῶν κρειττόνων λόγον ὡς οὐκ οὔσης ἑτέρας ἀμείνονος ἐγκωμίων μερίδος οὔθ’ ἡμῖν οὔτ’ ἄλλων ἀνθρώπων οὐδέσιν. εἰ δέ τις ἥδιστον ἄκουσμα τὰ δι’ ὅπλων ἔργα νομίζει, πολλὰ τρόπαια τοῖς προγόνοις ἀπὸ πολλῶν ἔστηκεν αὐτοῖς ἐξιοῦσιν, οἶος ὁ τῶν τότε πολέμων τρόπος.