Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
εἰ γὰρ αὖ κρίνειν τις αὐτὸν ἐθέλοι πρὸς Ἀθηναίους καὶ Μι- λησίους, οἱ πλείστας ἀποικίας στεῖλαι δοκοῦσι, νων τ’ ἂν οἰκιστὴς φανείη καὶ τῷ καθ’ ἑκάστην μεγέθει τοσοῦτον νικῶν, ὥστε μίαν ἡντινοῦν ἀνταξίαν εἶναι δέκα. ἔξεστι μὲν ἐπιόντι Φοινίκην τὰς ἐκείνου πόλεις ὁρᾶν, ἔξεστι δὲ ἐπιόντι Συρίαν ταυτηνὶ τὰς ἐκείνου καὶ πλείους καὶ μείζους ὁρᾶν.