Oratio 11
Libanius
Libanius. Libanii Opera, Volume 1, Fasc 2: Orationes VI-XI. Foerster, Richard, editor. Leipzig: Teubner, 1903.
οἱ μὲν γὰρ ἄλλοι βασιλεῖς τῷ τὰς οὔσας καθελεῖν σεμνύνονται, τὸν δὲ τὸ τὰς οὐκ οὔσας ἐγεῖραι κεκό- σμηκεν· ὃς τοσαύτας ὑπὲρ γῆν ἔστησεν, ὥστ’ ἀρκέσαι καὶ πρὸς ὁμωνυμίαν τῶν ἐν Μακεδονίᾳ καὶ πρὸς ἐπω- νυμίαν | τῶν ἐν τῇ συγγενείᾳ κλήσεων καὶ πολλάς [*](R 304) γε μιᾶς προσηγορίας ἐπωνύμους ὁρᾶσθαι [καὶ] καθ’ ἑκά- τερον γένος, ἀνδρῶν λέγω καὶ γυναικῶν.