Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Τοιγαροῦν Μονόϊμος αὐτὸς ἐν τῇ πρὸς Θεόφραστον ἐπιστολῇ διαρρήδην γέγει· καταλιπὼν ζητεῖν θεὸν καὶ κτίσιν καὶ τὰ τούτοις παραπλήσια, ζήτησον αὑτὸν ἀπὸ ἑαυτοῦ καὶ μάθε, τίς ἐστιν ὁ πάντα ἁπαξαπλῶς ἐν σοὶ ἐξιδιοποιούμενος καὶ λέγων·

ὁ θεός μου, ὁ νοῦς μου, ἡ διάνοιά μου, ἡ ψυχή μου, τὸ σῶμά μου, καὶ μάθε, πόθεν ἐστὶ τὸ λυπεῖσθαι καὶ τὸ χαίρειν καὶ τὸ ἀγαπᾶν καὶ τὸ μισεῖν καὶ τὸ γρηγορεῖν μὴ θέλοντα καὶ τὸ νυστάζειν μὴ θέλοντα καὶ τὸ ὀργίζεσθαι μὴ θέλοντα καὶ τὸ φιλεῖν μὴ θέλοντα· κοὶ ἂν ταῦτα, φησίν, ἐπιζητήσῃς ἀκριβῶς, εὑρήσεις αὑτὸν ἐν ἑαυτῷ ὲν καὶ πολλὰ κατὰ τὴν κεραίαν ἐκείνην, αφ᾿ ἑαυτοῦ τὴν διέξοδον εὑρών.

ταῦτα μὲν οὐν ἐκεῖνοι, οἷς οὐκ ἀνάγκην ἔχομεν τὰ παρ’ Ἕλλησι προμεμεριμνημένα παρατιθέναι οὐσι προδήλοις τοῖς ὑπ᾿ αὐτῶν λεγομένοις τὴν σύστασινν ἔχειν ἐκ γεωμετρικῆς τέχνης καὶ ἀριθμητικῆς, ἣν γενναιότερον οἱ [*](1 Exod. 12, 14 — 3 εορτὴ κυρίου] Exod. 12, 11 — 5 ῥάβδος] Exod. 4, 2ff — 6 καθάπερ τὴν χεῖρα Μωσέως] Exod. 4, 6? — Exod. 7, 17 — 7 ἀκρίδας] Exod. 10, 4 — 8 Ι Petr. 1, 24; Jes. 40, 6 vgl. VI 10, 2 — 11f vgl. I 20, 1. VI 24, 1. 2 — —21 vgl. X 17, 5 — 24f Theodoret 1 18, S. 369 B Migne: Μονόϊμον τὸν Ἄραβα λέγουσιν ἐκ τῆς ἀριθμητικῆς ἐπιστήμης λαβόντα τὰς τὰς ἀφορμὰς οἰκείάν αἵρεσιν διαπλάσαι) [*](2 + τὰ Sauppe 4 πληγῶν Roeper: αὐλιτῶν Ρ 5 ῥάυδος Ρ 5​ f ἧ τοῖς Αἰγυπτίοις πλήσσων μεταβάλλει Petersen, ἥτις Αἰγυπτίιους πλήσσει, μεταβάλλει Cruice, ᾑ γῆν Αἰγυπτίων πλήσσων μεταβάλλει We. δεδομένη <εἰς> τὴν Μωσέως (aus Ζ. 6)? ö., doch s. Test, zu 6 6 τῇ χειρὶ? We. 7 + ὡς Petersen, ücke? We. 8 <τὴν> τῶν Miller εἰς σάρκα ~ hinter Ζ: 7 χόρτος 11 πόσον Ρ 14 es gingen wohl voran die Worte εἰ θέλεις ἐπιγνῶναι τὸ πᾶν s. Η 15 αὐτὸν (ebenso Ζ. 21) Ρ, vgl. Diog. Laert. IX 5 über Heraklit ἑαυτοῦ Ρ: σεαυτοῦ Η ö. 21 σεαυτῷ? ö. 22 εὑρόντα Roeper 24 <οἵαν> oder τὴν — 25 ἔχει Miller 25 ἔχειν Roeper: ἔχει Ρ ἦν P)

236
Πυθαγόρου μαθηταὶ διέθεντο, καθὼς ἔστι τοῖς ἐντυχάνουσιν ἐπιγνῶναι ἐν τοῖς τόποις, οἷς προδιηγησάμεθα περὶ πάσης σοφίας Ἑλλήνων. ἀλλ’ ἐπεὶ καὶ τὰ Μονοΐμου αὐτάρκως διελήλεγκται, ἔδωμεν τίνα καὶ οἱ λοιποὶ τεχωάζονται ἑαυτοῖς βουλόμενοι ὄνομα μάταιον ὑψοῦν.