Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ἀπὸ δὲ τῆς τεσσαρεσκαιδεκάτης, φησίν, ἔως μιᾶς καὶ εἰκάδος ἑβδομάδα λέγει ὑπάρχουσαν ἐν τῇ μιᾷ κεραίᾳ τοῦ κόσμου τὴν κτίσιν ἄζυμον ἐν τούτοις ἅπασιν. τί γὰρ δεηθείη, φησίν, ἡ μία κεραία οὐσίας τινὸς οἱονεὶ ζύμης ἔξωθεν εἰς τὸ πάσχα [*](1 f Gal. 4, 24 — 5 f Demokrit Fr, 32 Diels: ξυνουσίη ἀποπληξίη σμικρή· ἐξέσσυται γὰρ ἄνθρωπος ἐξ ἀνθρώπου καὶ ἀποσπᾶται κτλ. — 11f vgl. die Ausdeutung der Titel der ücher Mos. VI 15, 2ff — 13ff Exod. 12, 11 πάσχα ἐστὶν κυρίῳ 14 καὶ ἔσται ἡ ἡμέρα αὕτη μνημόσυνον, καὶ ἑορτάσετε αὐτὴν ἐορτὴν κυρίῳ εἰς πάσας τὰς γενεὰς ὑμῶν· νόμιμον αἰώνιον ἑορτάσετε αὐτὴν 3 τῇ δεκάτῃ τοῦ μηνὸς τούτου λαβέτωσαν ἕκαστος πρόβατον 6 καὶ ἔσται ὑμῖν διατετηρημένον ἕως τῆς τεσσαρεσδεκάτης τοῦ μηνὸς τούτου 16 ἐναρχομένου τῇ τεσσαρεσκαιδεκάτῃ ἡμέρᾳ τοῦ μηνός — 19f vgl. S. 6, 8. 75, 17. 150, 16ff — 21 Exod. 12, 18 — 22 ἄζυμον (vgl. Ζ. 23)] Exod. 12, 15. 18) [*](2 ἀληγόρου Ρ 2f δώδεκα Ρ, verb. Bernays 3 σχηματίζη τὴν ῥάυδον P ἡ ö.: ῑ Ρ <ἡ τοῦ> ῑ μία Cruice 5 πλεισσόμενα Ρ 6 ἐξέσυται Ρ 7 γένηται καὶ εἴπη Ρ, verb. öller, Kosmol. S. 322 8 τὴν μίαν ~ nach ἐκείνην Cruice 11 γένημα Ρ 13 πεπηρωμένοις öller S. 322 Cruice: πεπληρωμένοις Ρ 16 <τεσσαρεσκαι> Cruice εἴτις Ρ 18 + κεραίας Miller 21 Ρ 22 τί γὰρ Roeper: εἰ γὰρ Ρ, τί γὰρ ἂν Sauppe δεηθήσεται We.)

235
τοῦ κυρίου, τὴν αἰώνιον ἑορτήν, ἥτις ἐστὶν εἰς τὰς γενεὰς δεδομένη; ὅλος γὰρ ὁ κόσμος καὶ πάντα <τὰ> τῆς κτίσεως αἴτια πάσχα ἑορτὴ κυρίου.

χαίρει γὰρ ὁ θεὸς τῆς κτίσεως τῇ μεταβολῇ, ἥτις ὑπὸ τῶν δέκα πληγῶν τῆς κεραίας ἐνεργεῖται τῆς μιᾶς. ἥτις ἐστὶ Μωσέως ῥάβδος ὑπὸ τοῦ θεοῦ δεδομένη, ᾑ † τῆς Αἰγυπτίοις πλήσσειν μεταβάλλειν τὰ σώματα, καθάπερ τὴν χεῖρα Μωσέως, τὸ ὕδωρ εἰς αἷμα καὶ τὰ λοιπὰ τούτοις παραπλησίως, <ὡς> ἀδρίδας, ὅπερ ἐστὶ τῶν στοιχείων εἰς σάρκα μεταβολὴν λέγει· »πᾶσα γὰρ σὰρξ χόρτος«, φησίν.

οὐδὲν δὲ ἧττονν καὶ τὸν ὅλον νόμον οἱ ἄνδρες οὗτοι τοιοῦτόν τινα τρόπον ἐκδέχονται, τάχα που κατακολουθήσαντες, ὡς ἐγὼ δοκῶ, Ἑλλήνων τοῖς λέγουσιν οὐσίαν εἶναι καὶ ποιὸν καὶ ποσὸν καὶ πρός τι καὶ ποῦ καὶ πότε καὶ κεῖσθαι καὶ ποιεῖν καὶ ἔχειν καὶ πάσχειν.