Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἡ μὲν οὐν πρώτη καὶ καθαριωτάτη Μαρκίωνος αἵρεσις, ἐξ ἀγαθοῦ καὶ κακοῦ τὴν σύστασιν ἔχουσά, Ἐμπεδοκλέους ἡμῖν εἶναι πεφανέρωται· ἐπεὶ δὲ ἐν τοῖς καθ᾿ ἡμᾶς χρόνοις νῦν καινότερόν τι ἐπεχείρησε Μαρκιωνιστής τις Πρέπων Ἀσσύριος, πρὸς (B)αρδησιάνην τὸν Ἀρμένιον ἐγγράφως ποιήσασθαι λόγους περὶ τῆς αἱρέσεως. οὐδὲ τοῦτο σιωπήσομαι.

τρίτην φάσκων δίκαιον εἶναι ἀρχὴν καὶ μέσην ἀγαθοῦ καὶ κακοῦ τεταγμένην, οὐδ’ οὕτως δὴ ὁ Πρέπων τὰς Ἐμπεδοκλέους διαφυγεῖν ἴσχυσε δόξας.

κόσμον γάρ φησιν εἶναι ὁ Ἐμπεδοκλῆς τὸν ὑπὸ τοῦ νείκους διοικούμενον τοῦ πονηροῦ καὶ ἕτερον νοητὸν τὸν ὑπὸ τῆς φιλίας, καὶ εἶναι ταύτας τὰς διαφερούσας ἀρχὰς δύο ἀγαθοῦ κοὶ κακοῦ, μέσον δὲ εἶναι τῶν διαφόρων ἀρχῶν δίκαιον λόγον, καθ᾿ ὃν συγκρίνεται τὰ διῃρημένα ὑπὸ τοῦ νείκους καὶ προσαρμόζεται κατὰ τὴν φιλίαν τῷ ἑνί.

τοῦτον δὲ αὐτὸν τὸν δίκαιον λόγον τὸν τῇ φιλίᾳ συναγωνιζόμενον Μοῦσαν ὁ Ἐμπεδοκλῆς προσαγορεύων, καὶ αὐτὸς αὑτῷ συναγωνίζεσθαι παρακαλεῖ, λέγων ὧδέ πως· [*](3 vgl. Hilgenfeld S. 528 Anm. 869 — 5 f Ι Tim. 4, 3 κωλυόντων γαμεῖν, ἀπέχεσθαι βρωμάτων, ἃ ὁ θεὸς .... ἐ̓κτισεν εἰς μετάληψιν μετὰ εὐχαριστίας τοῖς πιστοῖς — ἀλήθειαν, vgl. Hilgenfeld S. 529 Anm. 874 — 7 Καθαρμούς] aber Hipp, hat vorher nur Περὶ φύσεως benutzt, nicht die Καθαρμοί — 17 Über den Streit des B. mit den Marcioniten s. Eusebius KG iV 30, 1 (Epiph. LVI 1); Zahn, Forschungen 1 378 ff) [*](2 ἐγκαταλύπτη Ρ 4 εἰ τοῦ Ρ εὐαγγελήζη Ρ 9 ἕδρανον? We. 10 καὶ κολασμένης Ρ 14 αἴρεσις Ρ 16 ἐπὶ Ρ κενώτερόν Ρ 17 μαρκίων, νῆστίς τις Ρ, verb. Bunsen 1 370 (1 68) ἀσύριος Ρ Βαρδησιάνης schreibt auch Epiph. LVI 18 ποιήσας Scott, ποιησάμενος We. 20 οὕτως ö.: οὗτος Ρ δὴ Miller: δὲ Ρ τῆς — 21 δόξης Ρ, verb. ö. 27 συναγονιζόμενον Ρ 28 αὐτῶ Ρ)

217
  • εἰ γὰρ ἐφημερίων ἕνεκεν τινός, ἄμβροτε Μοῦσα,
  • ἡμετέρας μελέτας † διὰ φροντίδος ἐλθεῖν,
  • εὐχομένῳ νῦν αὖτε παρίστασο, Καλλιόπεια,
  • ἀμφὶ θεῶν μακάρων ἀγαθὸν λόγον ἐμφαίνοντι.
  • τούτοις κατακολουθῶν Μαρκίων τὴν γένεσιν τοῦ σωτῆρος ἡμῶν παντάπασι παρῃτήσατο, ἄτοπον εἶναι νομίζων ὑπὸ τὸ πλάσμα τοῦ ὀλεθριωτάτου νείκους γεγονέναι τὸν λόγον τὸν τῇ φιλίᾳ συναγωνιζόμενον, τουτέστι τῷ ἀγαθῷ, ἀλλὰ χωρὶς γενέσεως »ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος« κατεληλυθότα αὐτὸν ἄνωθεν, μέσον ὄντα κακοῦ καὶ ἀγαθοῦ, διδάσκειν »ἐν ταῖς συναγωγαῖς«.

    εἰ γὰρ μεσότης ἐστίν, ἀπήλλακται, φησί, πάσης τῆς τοῦ κακοῦ φύσεως· κακὸς δ᾿ ἐστίν, ὡς λέγει, ὁ δημιουργὸς καὶ τούτου τὰ ποιήματα. διὰ τοῦτο ἀγέννητος κατῆλθεν ὁ Ἰησοῦς, φησίν, ἵνα ᾖ πάσης ἀπηλλαγμένος κακίας. ἀπήλλακται δέ, φησί. καὶ τῆς τοῦ ἀγαθοῦ φύσεως, ἵνα ᾖ μεσότης, ὥς φησιν ὁ Παῦλος καὶ ὡς αὐτὸς ὁμολογεῖ·

    τί με λέγετε ἀγαθόν; εἷς ἐστιν ἀγαθός«. ταῦτα μὲν οὖν τὰ Μαρκίωνι δόξαντα, δι’ ὡν ἐπλάνησε πολλοὺς τοῖς Ἐμπεδοκλέους λόγοις χρησάμενος καὶ τὴν ὑπ᾿ ἐκείνου ἐφηυρημένην φιλοσοφίαν ἰδίᾳ δόξῃ μετάγων αἵρεσιν ἄθεον συνεστήσατο·

    ἣν ἱκανῶς ἠλέγχθαι ὑφ’ ἡμῶν νομίζω μηθέν τε καταλελεῖφθαι, ὡν κλεψιλογήσαντες παρ᾿ Ἑλλήνων τοὺς Χριστοῦ μαθητὰς ἐπηρεάζουσιν, ὡς τούτων αὐτοῖς γενομένους διδασκάλους. ἀλλ᾿ ἐπεὶ καὶ τὰ τούτου ἱκανῶς ἡμῖν δοκεῖ ἐκτεθεῖσθαι, ἴδωμεν τί λέγει Καρποκράτης.

    [*](1 Fr. 131 D. — — 9 vgl. Filastrius C. 45. 4 S. 24, — 7 Μ. (vgl. C. 44, 2); Theodoret Ι 24 S. 376AMigne; Tert. Adv. haer. 6 S. 222, — 25 Kr. (Kerdon); Hilgenfeld S. 528 Anm. 870 — 6 — 10 Über den Eingang des Evangeliums Mar- cions s. Zahn, Gescb. des neutest. Kanons II 455f — 8 Luk. 3, 1 — 9 vgl. Iren. I 27, 2 S. 2161 H. — 10 Luk. 4, 15. — 15 Paulus] Rom. 8, 3 τὸν ἑαυτοῦ υἱὸν πέμψας ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας? Das Pauluscitat ß wie das folgende Citat sich auf τῆς τοῦ ἀγαθοῦ φύσεως beziehen; also kann Gal. 3, 19 oder I Tim. 2, 5 nicht gemeint sein. — 16 Mark. 10, 18; Luk. 18, 19; Matth. 19, 17 s. zu S. 84, 20 und Epiph. LXH Schul. 50)[*](1 εἰκάραι φημερίων Ρ 2 μελέτας μέλε <μέλε τοι> Diels 3 εὐχομένων Ρ, verb. Sehn. Philol VI 167 4 μακαρίων Ρ 7 ὀλεθριωτάτου Klost.: ὀλεθρίου τὰ τοῦ Ρ, ὀλεθρίου τούτου Miller 7f συναγονιζόμενον Ρ 8 γεννήσεως? Osener, Weihnachtsfest 2 S. 93 22 ἔτη πέντε καὶ δεκάτω Ρ 9 τηβερίου Ρ 11 μεσότης Ρ: μέσος τις ö., μεσίτης nach Gal. 3, 19 Bunsen 13 ἀγένητος Ρ 15 ἡ μεσότης Ρ: ᾐ μέσος τις ö., ᾐ μεσίτης Bunsen Roeper 16 εἱς] εἰ Ρ 19 ἤλεγχεν Ρ 28 <καὶ> Καρποκράτης Gö.)
    218