Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

γέγονε, φησίν, ἐξ οὐκ ὄντων τὸ σπέρμα τοῦ κόσμου, ὁ λόγος ὁ λεχθεὶς »γενηθήτω φῶς«, καὶ τοῦτο φησίν, ἔστι τὸ λεγόμενον ἐν τοῖς εὐαγγελίοις »ἦν τὸ φῶς τὸ ἀληθινόν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον«.

λαμβάνει τὰς ἀρχὰς ἀπὸ τοῦ σπέρματος ἐκείνου καὶ φωτίζεται. τοῦτό ἐστι τὸ σπέρμα, ὃ ἔχει ἐν ἑαυτῷ πάσαν τὴν πανσπερμίαν, ὅ φησιν Ἀριστοτέλης γένος εἶναι εἰς ἀπείρους τεμνόμενον ἰδέας, ὡς τέμνομεν ἀπὸ τοῦ ζῴου βοῦν, ἵππον, ἄνθρωπον, ὅπερ ἐστὶν οὐκ ὄν.

ὑποκειμένου τοίνυν τοῦ κοσμικοῦ σπέρματος, ἐκεῖνοι λέγουσιν· ὅ τι ἂν λέγω, φησίν, μετὰ ταῦτα γεγονέναι, νέναι, μὴ ἐπιζήτει πόθεν. εἶχε γὰρ πάντα τὰ σπέρματα ἐν ἑαυτῷ τεθησαυρισμένα καὶ κατακείμενα, οἷον οὐκ ὄν<τα> ὑπό τε τοῦ ὄν)τος θεοῦ γενέσθαι προβεβουλευμένα.