Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

πάντα οὐν, ὅσα ἔστιν εἰπεῖν καὶ ἔτι μὴ εὑρόντα παραλιπεῖν, ὅσa τῷ μέλλοντι κόσμῳ γενέσθαι ἀπὸ τοῦ σπέρματος ἔμελλεν ἁρμόζειν ἀναγκαίως καιροῖς ἰδίοις κατὰ προσθήκην αὐξανομένῳ ὑπὸ τηλικούτου καὶ τοιούτου θεοῦ, ὁποῖον οὐκ εἰπεῖν οὐ<δὲ> νοήσει γέγονε χωρῆσαι ἡ κτίσις, [καὶ] ἐνυπῆρχε τεθησαυρισμένα τῷ σπέρματι, καθάπερ νεογενεῖ παιδίῳ ὀδόντας ὕοτερον ὁρῶμεν καὶ πατρικὴν προσγενέσθαι οὐσίαν καὶ φρένας καὶ ὅσα παραυξανομένῳ [*](3f Mark. 4, 31, ο. S. 98, 25 — 5 vgl. VI 9, 9 — 9. 15 πανσπερμίαν] s. Wortindex zu ’ Vorsokr. (Demokrit) — 10 — 16 vgl. [Clemens] Homil. VI 3 S. 74, 18. 19. 5 S. 75, 8ff Lag. — 17 f vgl. zu S. 116, 20) [*](4 πάντα ö.: πάσας Ρ 5 ἀνεξαρίθμητα. εἶτα τὸν καρπὸν καὶ τὰ ἀπὸ Roeper σπέρματα Diels: μετὰ Ρ, > Gö. 5 f τὸν κόκκον Ρ, verb. Gö. Miller, ἀπὸ ö., aber es fehlen 4 Buchst. 7 κεκρυμμένα Bernays, κεχυμένων ö. † ὁ Roeper 8 <τὸν> κόσμον Cruice ὄντα Jacobi S. 6: ὢν Ρ Ρ 9 σπέρματι Ρ 11 ὠιὸν Ρ εὐποικίλου Gö.: ἐκ ποικίλλου Ρ, Bernays 13 ὅμως Miller (s. Register): οὕτως Ρ, ὄντως ö. 15 < > Uhlhorn S. 11 18 ὅσα > Bernays bei Bimsen Ι 369 (1 66) Roeper 18 f αρμόζει? Miller 19 ἀναγκαίως καιροῖς καιροῖς Miller (Ber- nays) vgl. S. 206, 21: ἀναγκαίοις καιροῖς ἰδίους Ρ, ἀναγκαίοις καιροῖς ἰδίως ö. αὐξανομένῳ αὐξανομένου ὡς Ρ: αὐξανομένῳ ὡς Bemays, αὐξανόμενα ö. 20 οὐ νοῆσαι Ρ, verb. Bernays 21 Λ·αὶ > ö., ἀεὶ Bernays 23 οὐσίαν προσγίνεσθαι Bernays) ö.: προσγένεσιν οὐσίας Ρ παραυξανομένου Ρ)

198
ἐκ νέου κατὰ μικρὸν ἀνθρώπῳ ἃ μὴ πρότερον ἦν γίνεται.

ἐπεὶ δὲ ἠν ἄπορον εἰπεῖν προβολήν τινα τοῦ μὴ ὄντος θεοῦ γεγονέναι τὸ οὐκ ὄν — φεύγει γὰρ πάνυ καὶ δέδοικε τὰς κατὰ προβολὴν τῶν γεγονότων οὐσίας ὁ Βασιλείδης —, ποίας γὰρ προβολῆς χρεία ἢ ποίας ὕλης ὑπόθεσις, ἵνα κόσμον θεὸς ἐργάσηται, καθάπερ ὁ ἀράχνης τὰ μηρύματα ἢ θνητὸς ἄνθρωπος χαλκὸν ἢ ξύλον ἤ τι τῶν τῆς ὕλης μερῶν ἐργαζόμενος λαμβάνει;

ἀλλὰ »εἶπε«, φησί, καὶ ἐγένετο«, καὶ τοῦτό ἐστιν, ὡς λέγουσιν οἱ ἄνδρες οὗτοι, τὸ λεχθὲν ὑπὸ μωσέως· »γενηθήτω φῶς, καὶ ἐγένετο φῶς«. πόθεν, φησί, γέγονε τὸ φῶς; ἐξ οὐδενός· οὐ γὰρ γέγραπται, φησί, πόθεν, ἀλλ’ αὐτὸ μόνον ἐκ τῆς φωνῆς τοῦ λέγοντος· ὁ δὲ λέγων, φησίν, οὐκ ἦν, οὐδὲ τὸ γενόμενον ἠν.