Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

καὶ μόνος ὑπὸ πάντων αἰώνων προβεβλημένος τῷ Πατρὶα οὐτός έστιν ὁ καλούμενος παρ’ αὐτοῖς κοινὸς τοῦ πληρώματος Καρπός. ταῦτα μὲν οὖν ἐντὸς πληρώματος ἦν οὕτως. καὶ προβέβλητο ὁ κοινὸς τοῦ πληρώματος καρπός, ὁ Ἰηξσοῦς — τοῦτο γὰρ ὄνομα αὐτῷ —, ὁ ἀρχιερεὺς ό μέγας· ἡ δὲ ἔξω τοῦ πληρώματος Σοφία, ἐπιςητοῦοα τὸν Χριστὸν τὸν μεμορφωκότα καὶ τὸ ἅγιον Πνεῦμα, ἐν φόβῳ μεγάλῳ κατέστη, ὅτι ἀπολεῖται κεχωριαμένου τοῦ μορφώσαντος αὐτὴν καὶ στηρίσαντος.

καὶ ἐλυπήθη καὶ ἐν ἀπορίᾳ ἐγένετο πολλῇ λογιζομένη, τίς ἦν ὁ μορφώσας, τί τὸ ἅγιον Πνεῦμα, ποῦ ἀπῆλθε, τίς ὁ κωλύσας αὐτοὺς συμπαρεῖναι, τίς ἐφθόνησε τοῦ καλοῦ καὶ μακαρίου θεάματος ἐκείνου. ἐπὶ τούτοις καθεστῶσα τοῖς πάθεσι τρέκπεται ἐπὶ δέησιν καὶ ἱκετείαν τοῦ ἀπολιπόντος αὐτήν.

δεομένης οὖν αὐτῆς κατηλέησεν ὁ Χριστὸς ὁ ἐντὸς πληρώματος ὤν καὶ οἱ ἄλλοι πάντες αἰῶνες, καὶ ἐκπέμπουσιν ἔξω τοῦ πληρώματος τὸν κοινὸν τοῦ πληρώματος Καρπόν, σύζυγον τῆς ἔξω Σοφίας καὶ διορθωτὴν παθῶν, ών ἔπαθεν ἐπιξητοῦσα τὸν χριστόν.

γενόμενος ούν ἔξω τοῦ πληρώματος <ὁ κοινὸς τοῦ πληρώματος> εὑρὼν αὐτὴν ἐν πάθεσι τοῖς πρώτοις τέτρααι, καὶ φόβῳ καὶ λύπῃ καὶ ἀπορίᾳ καὶ καὶ διωρθώατο τὰ πάθη αὐτῆς, διορθούμενος δὲ ἐώρα, ὅτι ἀπολέσθαι αὐτὰ αἰώνια ὄντα καὶ τῆς Σοφίας ού οὐ καλόν, οὔτε ἐν πάθεσιν εἶναι τὴν Σοφίαν τοιούτοις, ἐν φόβῳ καὶ λύπῃ, ἱκετείᾳ. ἀπορίᾳ.

έποίησεν οὖν, ὡς τηλικοῦτος αἰὼν καὶ παντὸς τοῦ πληρώματος ἔκγονος, έκστῆναι τὰ πάθη ἄπ᾿ αὐτῆς, καὶ ἐποίησεν αὐτὰ ὑποστατὰς οὐσίας, καὶ τὸν μὲν φόβον ψυχικὴν ἐποίησεν οὐσίαν, τὴν δὲ λύπην ὑλικήν, τὴν δὲ ἀπορίαν δαιμόνων, τὴν δὲ ἐπιστροφὴν [*](3f Clem. Exe. 23 S. 114, 20 St. ἐξ εὐδοκίας τῶν αίώνων Ἰησαοῦ προβάλλεται — 9 ὁ ἀρχιερεὺς ὀ μέγας] vgl. Hebr. 4, 14 — 9—S. 161, 1 vgl. Iren. I 4, 1. 2. S. 31 ff. 38ff stark abweichend — 17—20 vgl. Clem. Exe. 29, 2 S. 114, 17 ff. — 26ff vgl. auch Iren. I 5, 4 S. 47fH.) [*](2 τὸν υἰὸν P: Gö., τὀν πατέρα? We. + δὲ Miller 3 ηύδίκησαν 4: ἵν᾿ ᾖ <τεκμήριον> Diels ἑνότητός Bernays: νεότητος Ρ 5 ö. εἰρήνης κοινωός, ὑπὸ Bernays 11 μή τι We. 11f κεχωρισμένη Holl 23 διορθώσατο Ρ 25 οὔτε Ρ: ούδὲ? We. 26 ἀπορίᾳ ἀπορίᾳ We. 28 ὑποστάτας (so) Ρ: ύποστατικάς Gö. οὐσίαν ούσίαν Βernays:)

161
καὶ δέησιν καὶ ἱκετείαν <ἄν> καὶ μετάνοιαν καὶ δύναμιν ψθχολῆς ἥτις καλεῖται δεξιά.

ὁ δημιοργὸς ἀπὸ τοῦ φόβου· τοῦτ’ ἔστιν ὅ λέγει, φησίν, ἡ γραφή· »ἀρχὴ Σοφίας φόβος κυρίου«. αὕτη γὰρ ἀρχὴ τῶν τῆς Σοφίας παθῶν· ἐφοβήθη γάρ, εἶτα ἐλυπήθη, εἶτα ἠπόρησε, καὶ οὕτως ἐπὶ δέηαιν καὶ ἱκετείαν κατέφυγεν. ἔστι δὲ πυρώδης, φησίν, ἡ ψυχικὴ ούσία, καλεῖται δὲ καὶ τόπος <μεσότητος> ὐπ᾿ αὐτῶν ἑβδομὰς καὶ παλαιὸς τῶν ἡμερῶν· καὶ ὅσα τοιαῦτα λέγουσι περὶ τούτου, ταῦτα εἶναι τοῦ φυχικοῦ, ὅν φησιν εἶναι τοῦ κόσμου δημιουργόν.

ἔστι δὲ πυρώδης· λέγει, φησί, καὶ Μωὑδῆς· »κύριος ὁ θεός σου πῦρ ἐστι φλέγον καὶ καταναλ\΄ισκον«· καὶ γὰρ τοῦτο οὕτως γεγράφθαι θέλει. διπλῆ δέ τίς ἐστι, φησίν, ἡ δύναμις τοῦ πυρός· ἔστι γὰρ πῦρ παμφάγον, κατασβεσθῆναι μὴ δυν΄μενον * * * κατὰ τοῦτο τοίνυν τὸ μέρος θνητή τίς ἐστιν ἡ ψυχή, μεσότης τις οὖσα· ἔστι γὰρ έΒδομὰς καὶ κατάπαυσις.