Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἡ μὲν οὖν ἀρχὴ τῆς ὐποθέσεώς έστιν ἐν τῷ Τιμαίῳ τῷ πλάτωνι σοφία Αἐγυπτίων· έκεῖθεν γὰρ ό Σόλων τὴν ὅλην ὑπόθεσιν περὶ τῆς κόσμου γενέσεως καὶ φθορᾶς παλαιῷ τινι λόγω̣ καὶ προφητικῷ, ὥς φησιν ό Πλάτων, τοὺς Ἕλληνας ἐδίδαξε, παῖδας ὄντας καὶ πρεσβύτερον ἐπισταμένους μάθημα οὐδὲν θεολογούμενον.

ἵν’ οὖν παρακολουθήσωμεν τοῖς λόγοις, οἶς καταβἐβληται Οὐαλεντῖνος, προεκθήσομαι νῦν, τίνα ἐστὶν ὅ Πυθαγόρας ό Σάμιος μετὰ τῆς ὐμνουμένης ἐκείνης παρὰ τοῖς Ἕλλησι <σι> φιλοσοφεῖ, εἶθ᾿ οὕτως ἅ <παρὰ> Πυθαγόρου λαβὼν καὶ Πλάτωνος Οὐαλεντῖνος ἀνατίθησι Χριστῷ καὶ πρὸ τοῦ Χριστοῦ τῷ πατρὶ τῶν ὄλων καὶ Σιγῇ τῇ διεζευγμένῃ τῷ πατρί.

Πυθαγόρας τοίνυν ἀρχὴν τῶν ὅλων ἀγέννητον ἆπεφήνατο τὴν μονάδα, γεννητὴν δὲ τὴν δυάδα καὶ πάντας τοὺς ἄλλους άριθμούς. καὶ τῆς μὲν δυάδος πατέρα φησὶν εἶναι τὴν μονάδα, πόντων δὲ τῶν γεννωμένων μητέρα δυάδα, γεννητὴν γεννητῶν.