Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ὁ δὲ πατὴρ λέγει πρὸς τὸν ἀγαθόν· »ἔασόν με κύριε καταστρέψαι τὸν κόσμον, ὂν πεποίηκα· τὸ πνεῦμα γάρ μου ἐνδέσεται εἰς τοὺς ἀνθρώτπους, καὶ θέλω αὐτὸ ἀπολαβεῖν«.

τότε λέγει λέγει ὁ ἀγαθός· »οὐδέν δύνασαι κακοποιῆσαι παρ᾿ ἐμοὶ γενόμενος· ἐκ κοινῆς γὰρ εύσρεστήσεως ἐποιήσατε τὸν κόσμον σύ τε καὶ ἡ Ἐδέμ. ἔασον οὖν τὴν ᾿Εδὲμ τὴν τὴν κτίσιν μέχρι βούλεται· σὺ δὲ μένε παρ’ ἐμοί«.

τότε γνοῦσα ἡ ᾿Εδὲμ ὅτι καταλέλειπται ὑπὸ τοῦ Ἐλωείμ, λυπηθεῖσα παρέστησεν αὑτῇ τοὺς έδίους ἀγγέλους καὶ εὐπρεπῶς ἐκόσμησεν έκόσμησεν εἴ πως εἰς ἐπιθυμίαν ἐλθών ὁ Ἐλωεὶμ κατέλθῃ πρὸς αὐτήν.

ὡς δὲ κρατηθείς τῷ ἀγαθῷ ὁ Ἐλωεὶμ καὶ] οὐκέτι κατῆλθε πρὸς τὴν ᾿Εδέμ. προσέταξεν ἡ ᾿Εδέμ τῇ Βάβελ, ἥτις ἐστὶν Ἀφροδίτη, μοιχείας καὶ χωρισμοὺς μάμων κατασκευάσαι ἐν ἀνθρώποις, ἵνα ὡς αὐτὴ κεχώρισται ἀπὸ τοῦ ᾿Ελωείμ, οὑτω καὶ τὸ <πνεῦμα> τοῦ Ἐλωεὶμ τὸ ὂν ἐν τοῖς χωρισμοῖς τοῖς τοιούτοις βασανίξηται λυπούμενον καὶ πάσχῃ τὰ αὐτὰ ὁποῖα καὶ ἡ Ἐδὲμ καταλελειμμέναι.