Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

τὸ δὲ σκότος ἀσύνετον οὐκ ἔστιν, ἀλλὰ φρόνιμον παντελῶς, καὶ οἶδεν ὅτι, ἂν ἀπαρθῇ τὸ φῶς ἀπὸ τοῦ σκότους, μένει τὸ σκότος ἔρημον, ἀφανές, ἀλαμπές, ἀδύναμον, ἄπρακτον, ἀσθενές. διὸ πάσῃ φρονήσει καὶ συνέσει βιάζεται κατέχειν εἰς ἑαυτὸ τὴν λαμπηδόα καὶ <τὸν> σπινθῆρα φωτὸς μετὰ τῆς τοῦ πνεύματος εὐωδίας.

καὶ τούτων ἔστιν ἰδεῖν τῆς φύσεως εἰκόνα κατὰ πρόσωπον ἀνθρώπου, κόρην ὀφθαλμοῦ, σκοτεινὴν ἐκ τῶν ὑποκειμένων ὑδάτων, πεφωτισμένην πνεύματι. ὡς οὖν ἀντιποιεῖται τὸ σκότος τῆς λαμπηδόνος, ἵνα ἔχῃ τὸν σπινθῆρα δουλεύοντα καὶ βλέπῃ, οὕτως ἀντιποιεῖται τὸ φῶς καὶ τὸ πνεῦμα τῆς δυνάμεως τῆς ἑαυτῶν· καὶ σπεύδουσιν ἆραι καὶ ἀνακομίσασθαι πρὸς ἑαυτὰ τὰς μεμιγμένας αὐτῶν δυνάμεις εἰς τὸ ὑποκείμενον ὕδωρ σκοτεινὸν καὶ φοβερόν.

πᾶσαι δὲ αἱ δυνάμεις τῶν τριῶν ἀρχῶν, οὖσαι κατ᾿ ἀριθμὸν ἀπειράκις ἄπειροι, εἰσὶ ἑκάστη κατὰ τὴν οὐσίαν τὴν ἑαυτῆς φρόνιμοι <καὶ> νοεραί. ἀναρίθμητοι <δὲ> [*](8ff vgl. Bousset, Hauptprobleme der Gnosis S. 103ff. 113f — 17-S. 119, vgl. X 11, 5 —7 — 17 σπινθήρ] Bousset, Kyrios Christos S. 237f) [*](3 εὐωδία Ρ: εὐωδίας φορᾷ Η ö. ἐπειδὴ δὲ ö. ἐπεὶ τοίνυν Η): ἐπειδὴ Ρ, ἐπεὶ δὴ Miller + τὸ Η Miller 4 τοιουτότροπον ὂν Cruice: τοιοῦτον τρόπον ὃν Ρ ὂν Miller, ὃν > < ö.) δὲ > Miller, aber erst Ζ. 8 beginnt Vordersatz wiederaufnehmenden δὲ der Nachsatz 5 ἀκτὶς ἀκτὶς Η Bernays: δή τις ἡλίου Ρ 6 μέσην ἔχουσα Η Miller: διαμέση ἔχουσαν Ρ 9 διῃρημένων Η Bernays: εἰρημένων Ρ 10 τῷ2 Η: τοῦ Ρ 11 κατέσπαρται öller S. 235, vgl. S. 118, 23f. 120, 7, doch s. Η 13 οἶδεν Miller: οὐδὲν Ρ 14 μενεῖ Roeper 16 ἑαυτὸν Ρ τὸν Η Bernays: > Ρ 19 σκοτεινὴν < 21 δουλεύονται Ρ βλέπει Ρ 22 ἑαυτὰς Ρ, verb. Bernays 26 τὴν] τῆς Ρ + καὶ ö. + δὲ ö. ἀναριθ Spatium von 2 Lettern μητοι Ρ)

118
θος φρόνιμοί τε οὖσαι καὶ νοεραί, ἐπειδὰν μένωσι κατ’ αὐτάς, ἡσυχάζουσι πᾶσαι·

ἐὰν δὲ πλησιάσῃ δύναμις δυνάμει, ἡ ἀνομοιότης τῆς παραθέσεως ἐργάζεται κίνησίν τινα καὶ ἐνέργειαν ἀπὸ τῆς κινήσεως μεμορφωμένην κατὰ τὴν συνδρομὴν τῆς παραθέσεως] τῶν συνελθουσῶν δυνάμεων.

γίνεται γὰρ τῶν δυνάμεων ἡ συνδρομὴ οἱονεί τις τύπος σφραγῖδος κατὰ συνδρομὴν ἀπὸ πληγῆς παραπλησίως πρὸς τὸν ἐκτυποῦντα τὰς ἀναφερομένας οὐσίας. ἐπεὶ οὖν ἄπειροι μὲν κατ ἀριθμὸν τῶν τριῶν ἀρχῶν αἱ δυνάμεις, ἐκ δὲ τῶν ἀπείρων δυνάμεων ἄπειροι δυνδρομαί, ἀναγκαίως γεγόνασιν ἀπείρων σφραγίδων εἰκόνες.