Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἴδωμεν οὖν τί λέγουσιν οἱ Σηθιανοί. τούτοις δοκεῖ τῶν ὅλων εἶναι τρεῖς ἀρχὰς περιωρισμένας, ἑκάστην δὲ τῶν ἀρχῶν ἀπείρους ἔχειν δυνάμεις. δυνάμεις δ᾿ αὐτῶν λεγόντων λογιζέσθω ὁ ἀκούων τοῦτο αὐτοὺς λέγειν· πᾶν ὅ τι νοήσει ἐπινοεῖς ἢ καὶ παραλείπεις μὴ νοηθέν, τοῦτο ἑκάστη τῶν ἀρχῶν πέφυκε γενέσθαι, ὡς ἐν ἀνθρωπί<νῃ> ψυχῇ πᾶσα ἡτισοῦν διδασκομένη τέχνη·

οἷον εἰ, γενήσεται τοῦτο τὸ παιδίον αὐλητὴς ἐγχρονίσαν αὐηλητῇ, ἢ γεωμέτρης γεωμέτρῃ, γραμματικῷ γραμματικός, τέκτων τέκτονι, καὶ ταῖς ἄλλαις ἁπάσαις τέχναις ἐγγὺς γινόμενον ὁμοίως συμβήσεται. αἱ δὲ τῶν ἀρχῶν, φησίν, οὐσίαι φῶς καὶ σκότος· τούτων δέ ἐστιν ἐν μέσῳ πνεῦμα ἀκέραιον·

τὸ δὲ πνεῦμα τὸ τεταγμένον ἐν μέσῳ τοῦ σκότους, ὅπερ ἐστὶ κάτω. καὶ τοῦ φωτός. ὅπερ ἐστὶν ἄνω, οὐκ ἔστι πνεῦμα ὡς ἀνέμου ῥιπὴ ἢ λεπτή τις αὔρα νοηθῆναι δυναμένη, ἀλλ᾿ οἱονεὶ [*](1—9 vgl. IV 51, 11—13 — 17-S. 117, 17 vgl. Χ 11, S.114,16f — 20f vgl. VI 9, 7. VII 22,1. VIII 12, 5 — 21 —24 vgl. VI 12, 4. 16, 5 — 29ff vgl. VII 22, 14) [*](5 καμαρίου Η ö.: μακαρίου Ρ 7 ἀλλάλλως Ρ 8 γενομένων Ρ, verb. ö. 10 ἀλλάλλως Ρ 11 πολλοῖς Miller: πολλῶν Ρ, ὅμως ö. 13 αἐὶ λαθουσαν Ρ: διαλαθοῦσαν ö., ἕως ἄρτι λαθοῦσαν Miller 14 πάντα πᾶσι ö. 17 σιθιανοί Ρ 19 δύναται δὲ αὐτῶν λεγόντων λογίζεσθαι Bernays δ’ Miller: δι᾿ Ρ 21 ἑκάστη ö.: ἐκάστην Ρ, ἑκάστῃ Miller Bernays 22 οἱονεὶ Ρ 23 γενήσεται Miller: γένηται Ρ, γένοιτο Η Bernays, doch s. Ζ. 25 συμβήσεται 25 ινομένου We., γινομένῳ Cruice 29 ἀνέμου ῥιπὴ ö.: ἄνεμος ἢ ῥιπὴ Ρ Η)

117
μύρου τις ὀσμὴ ἢ θυμιάματος ἐκ συνθέσεως κατεσκευασμένου λεπτὴ διοδεύουσα δύναμις ἀνεπινοήτῳ τινὶ καὶ κρείττονι ἢ λόγῳ ἔστιν ἐξειπεῖν εὐωδίᾳ.

ἐπειδὴ <δὲ> ἄνω ἐστὶ τὸ φῶς καὶ κάτω <τὸ> σκότος, καὶ τούτων, ὡς ἔφην, τοιουτότροπον ὂν μέσον τὸ πνεῦμα, τὸ δὲ φῶς πέφυκε καθάπερ ἀκτὶς ἡλίου ἄνωθεν ἐλλάμπειν εἰς τὸ ὑποκείμενον σκότος, ἀνάπαλιν δὲ ἡ τοῦ πνεύματος εὐωδία μέσην ἔχουσα τάξιν ἐκτείνεται καὶ φέρεται πανταχῇ, ὡς ἐπὶ τῶν ἐν πυρὶ θυμιαμάτων τὴν εὐωδίαν πανταχῇ φερομένην ἐπεγνώκαμεν·

τοιαύτης δὲ οὔσης τῆς δυνάμεως τῶν διῃρημένων τριχῶς, τοῦ πνεύματος καὶ τοῦ φωτὸς ὁμοῦ ἡ δύναμίς ἐστιν ἐν τῷ σκότει τῷ κάτωθεν αὐτῶν τεταγμένῳ. τὸ δὲ σκότος ὕδωρ ἐστὶ φοβερόν, εἰς ὃ κατέσπασται καὶ μετενήνεκται εἰς τὴν τοιαύτην φύσιν ματὰ τοῦ πνεύματος τὸ φῶς.