Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

τοῦτο, φησίν, ἐστὶ μυστήριον Εδέμ, τοῦτο ποταμὸς ἐξ Ἐδέμ, τοῦτο σημεῖον τὸ τεθὲν τῷ Κάϊν, ἵνα πᾶς ὁ εὑρίσκων αὐτὸν μὴ ἀποκτείνῃ. οὗτος, φησίν, ἐστὶ Κάϊν, οὗ τὴν θυσίαν οὐ προσεδέξατο ὁ θεὸς τοῦδε τοῦ κόσμου· τὴν δὲ ᾑμαγμένην προσήκατο τοῦ Ἄβελ· αἵμασι γὰρ χαίρει ὁ τοῦδε τοῦ κόσμου δεσπότης.

οὗτός ἐστι, φησίν, ὁ ἐν ἐσχάταις ἡμέραις ἐν ἀνθρώπου μορφῇ φανεὶς ἐν τοῖς χρόνοις Ἡρώδου, γενόμενος κατ᾿ εἰκόνα Ἰωσὴφ τοῦ πεπραμένου ἐκ χειρὸς ἀδελφῶν, οὗ μόνου τὸ ἔνδυμα ἦν ποικίλον. οὗτός ἐστι, φησίν, ὁ κατ’ εἰκόνα Ησαῦ, οὗ καὶ μὴ παρόντος ἡ στολὴ εὐλόγηται, ὃς οὐκ ἐδέξατο, φησί, τὴν ἀμβλυωπὸν εὐλογίαν, ἀλλ᾿ ἐπλούτησεν ἔξωθεν, οὐδὲν ἀπὸ τοῦ [*](1 Exod. 15, 22 — 4ff Num. 21, 6ff — 12 Exod. 7, 12? — 15f vgl. Exod. 4, 2—4 17. 7, 9 —13 u. VIII 14, 3 — 16 —18 Exod. 7, 11. 12 — 19 Gen. 3, 1 7 — 19f Gen. 2, 8. 10, vgl. ο. S. 101, 2ff — 20 Gen. 4, 15 — 21 f Gen. 4, 3 5 — 25 vgl. Matth. 2, 1 ἐν "Hr;vdoy Ἡρώδου τοῦ βασιλέως — 26f Gen. 37, ff — 28 Gen. 27, 15. 27 — 29 Gen. 27, 1 ἠμβλύνθησαν οἱ ὀφθαλμοὶ αὐτου. — ἐπλούτησεν ἔξωθεν] Gen. 33, 9?) [*](6f δακνομένους — τοὺς υἱοὺς Ρ 9 ὑπὸ ö.: ἀπὸ Ρ 12 ὄφεις Ρ 16 + ἐν Miller 20 <ἐκπορευόμενος> ἐξ We. 24 φασίν Ρ, verb. ö. 26 Ρ 27 μόνου ö.: μόνον Ρ)

113
ἀμβλυωποῦντος λαβών, οὗ εἶδε τὸ πρόσωπον Ἰακὼβ ὡς ἂν ἴδοι ἄνθρωπος πρόσωπον θεοῦ«.

περὶ τούτου, φησί, γέγραπται, ὡς Νεβρὼδ γίγας κυνηγὸς ἔναντι κυρίου«. εἰσὶ δέ, φησί, τούτου ἀντίμιμοι πολλοί, τοσοῦτοι ὅσοι ὤφθησαν ἐν τῇ ἐρήμῳ τοῖς υἱοῖς Ἰσραὴλ δάκνοντες, ἀφ’ ὡν ἐρρύσατο τοὺς δακνομένους ὁ τέλειος ἐκεῖνος, ὃν ἔστησε Μωυσῆς. τοῦτό ἐστι, φησί, τὸ εἰρημενον· »καὶ ὃν τρόπον ὕψωδε Μωυσῆς τὸν ὄφιν ἐν τῇ ἐρήμῳ, οὕτως ὑψωθῆναι δεῖ τὸν υἱὸν τοῦ ἀνθρώπου«.

τούτου κατ᾿ εἰκόνα γέγονεν ὁ ὄφις ἐν τῇ ἐρήμῳ <ὁ> χαλκοῦς, ὃν ἔστησε Μωυσῆς. τούτου, φησί, μόνου τὸ ὁμοίωμα τῷ οὐρανῷ διὰ παντός ἐστι φωτὶ ὁρώμενον. οὗτος, φησίν, ἐστὶν ἡ μεγάλη ἀρχή, περὶ ἠς γέγραπται. περὶ τούτου, φησίν, εἴρηται· »ἐν ἀρχῇ ἦν ὁ λόγος, καὶ ὁ λόγος ἦν πρὸς τὸν θεόν, καὶ θεὸς ἦν ὁ λόγος. οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν θεόν, πάντα δι᾿ αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν· ὃ γέγονεν ἐν αὐτῷ, ζωή ἐστιν«.

ἐν αὐτῷ δέ, φησίν, ἡ Εὔα γέγονεν, ἡ Εὔα ζωή. αὕτη δέ, φησίν, ἐστὶν ἡ Εὔα μήτηρ πάντων τῶν ζώντων«, κοινὴ φύσις, τουτέστι Νῶν ἀγγέλων, ἀθανάτων θνητῶν, ἀλλόγων λογικῶν· ὁ γὰρ πάντων, φησίν, εἰπὼν εἴρηκε πάντων·

καὶ εἴ τινος, φησίν, »οἱ ὀφθαλμοὶ μακάριοι«, οὗτος ὄψεται ἀναβλέψας εἰς τὸν οὐρανὸν τοῦ ὄφεως τὴν καλὴν εἰκόνα ἐν τῇ μεγάλῃ ἀρχῇ τοῦ οὐρανοῦ στρεφομένην καίγιονμένην ἀρχὴν πάσης κινήσεως πᾶσι τοῖς γινομένοις, <καὶ> ὅτι χωρὶς αὐτοῦ <οὐδὲν> οὔτε τῶν οὐρανίων οὔτε τῶν ἐπιγείων τῶν καταχθονίων συνέστηκεν, οὐ νύξ, οὐ σελήνη, οὐ καρποί, οὐ γένεσις, οὐ πλοῦτος, οὐχ ὁδοιπορία, οὐδ’ ὅλως τι τῶν ὄντων ἐστὶ δίχα σημαίνοντος ἐκείνου.