Refutatio Omnium Haeresium (= Philosophumena)
Hippolytus
Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.
πάσῃ γὰρ γενέσει πρὸς τὸ ὑποπεσεῖν τῇ φθορᾷ αἴτιος ἐφέστηκεν ὁ Κρόνος, καὶ οὐκ ἂν γένοιτο γένεσις, ἐν ᾗ Κρόνος οὐκ ἐμποδίζει. τοῦτό ἐστι, φησίν, ὃ καὶ οἱ ποιηταὶ λέγουσι τὸ καὶ τοὺς θεοὺς ἐκψοφοῦν·
ἀλλ’ ἤδη καὶ οἱ σοφώτατοι τῶν Ἑλλήνων, ὡν ἐστι καὶ Ἡράκλειτος εἷς, λέγων· »ψυχῇσι γὰρ θάνατος ὕδωρ γενέσθαι«· οὗτος, φησίν, ὁ θάνατος καταλαμβάνει τοὺς Αἰγυπτίους ἐν Ἐρυθρᾷ θαλάσσῃ μετὰ τῶν ἁρμάτων αὐτῶν·
πάντες δὲ οἱ ἀγνοοῦντες, φησίν, εἰσὶν Αἰγύπτιοι. καὶ τοῦτό ἐστι, λέγουσι, τὸ ἐξελθεῖν ἐξ Αἰγύπτου, ἐκ τοῦ σώματος — Αἴγυπτον γὰρ εἶναι μικρὰν τὸ σῶμα νομίζουσι — καὶ περᾶσαι τὴν θάλασσαν τὴν Ἐρυθρὰν τουτέστι τῆς φθορᾶς τὸ ὕδωρ, Ὅ ἐστιν ὁ Κρόνος, καὶ γενέσθαι πέραν τῆς Ἐρυθρᾶς θαλάσσης τουτέστι τῆς γενέσεως, καὶ ἐλθεῖν [*](1. 3 S. zu S. 109, 21 —9 Oracula Sibyll. Fr. 3 G. εἰ δὲ γενητὸν ὅλως καὶ δθείρεται κτλ. — 11f περᾶσαι] vgl. Philo De migr. § 20 We. — 20 — 22 Homer Ο 36 —28. ε 184 —186, vgl. V 20, 10 — 24 Heraklitj Fr. 36 D. — 25ff vgl. V 7, 39 — 25f Exod. 14, 28) [*](4 ἐπαναφοράν ö.: ἀναφοράν Ρ + καὶ ö. καὶ ὄψεται Miller 6 αὐτοὺς Ρ 8 τι] πᾶν? Miller 9 δὴ Miller 13 ἄλλως Ρ 19 ἐκφοβοῦν Miller 20 γὰρ Ρ Η: νῦν Homer 21 κατιβόμενον Ρ 22 μακάρεσι Ρ 24 ψυχῇσι Bemays: ψυχῆς εἰ Ρ 27f ἐστι, λέγουσι Miller: ἐπιλέγουσι Ρ)
εἰσὶ δέ, φησίν, οἱ θεοὶ τῆς ἀπωλείας οἱ ἀστέρες οἱ τῆς μεταβλητῆς γενέσεως ἐπιφέροντες τοῖς γινομένοις τὴν ἀνάγκην. τούτους, φησίν, ἐκάλεσε Μωυσῆς ὄφεις τῆς ἐρήμου δάκνοντας καὶ διαφθείροντας τοὺς πεπερακέναι νομίζοντας τὴν Ἐρυθρὰν θάλασσαν. θάλασσαν.
οὗν, φησίν, ἐν τῇ ἐρήμῳ τοῖς υἱοῖς Ἰσραὴλ ἐπέδειξε Μωϋσῆς τὸν ἀληθινὸν ὄφιν τὸν τέλειον, εἰς ὃν οἱ πιστεύοντες οὐκ ἐδάκνοντο ἐν τῇ ἐρήμῳ, τουτέστιν ὑπὸ τῶν δυνάμεων. οὐδεὶς οὖν, φησίν, ὁ δυνάμενος σῶσαι καὶ ῥύσασθαι τοὺς ἐκπορευομένους ἐκ τῆς Αἰγύπτου, τουτέστιν ἐκ σώματος καὶ ἐκ τοῦδε τοῦ κόσμου, εἰ μὴ μόνος ὁ τέλειος, ὁ πλήρης τῶν πληρῶν ὄφις.
ἐπὶ τοῦτον, φησίν, ὁ ἐλπίσας ὑπὸ τῶν ὄφεων τῆς ἐρήμου οὐ διαφθείρεται, τουτέστι τῶν θεῶν τῆς γενέσεως γέγραπται, φησίν, ἐν βίβλῳ Μωσέως· οὗτος, φησίν, ὁ ὄφις ἐστὶν ἡ δύναμις ἡ παρακολουθήσασα τῷ Μωσεῖ, ἡ ῥάβδος ἡ στρεφομένη εἰς ὄφιν. ἀνθεστήκεισαν δέ, φησί, τῇ δυνάμει Μωσέως <ἐν> τῶν μάγων οἱ ὄφεις, οἱ θεοὶ τῆς ἀπωλείας· ἀλλὰ πάντας αὐτοὺς ὑπέταξε καὶ διέφθειρεν ἡ ῥάβδος Μωσέως. ὁ καθολικὸς ὄφις, φησίν, οὑτός ἐστιν ὁ σοφὸς τῆς Εὔας λόγος.