Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

καὶ κατ αὐτὴν ἄνωθεν τὴν κεφαλὴν ἐλεεινὸς ἄνθρωπος, ὁ Ἐν γόνασίν ἐστιν ὁρώμενος,

  • δεξιτεροῦ ποδὸς ἄκρον ἔχων σκολιοῖο δράκοντος.
  • κατὰ δὲ τὸν νῶτον τοῦ Ἐν γόνασίν ἐστιν ἀτελὴς ὄφις ἀμφοτέραις ταῖς χερσὶ κατεσφιγμένος ὑπὸ τοῦ Ὀφιούχου καὶ κωλυόμενος ἐφάψασθαι τοῦ στεφάνου παρακειμένου τῷ τελείῳ ὄφει.

    Αὕτη ἡ παμποίκιλος σοφία <τῆς> Περατικῆς αἱρέσεως, ἐξειπεῖν πᾶσαν δυσχερές, οὕτως οὖσαν σκολιὰν διὰ τὸ ἐκ τῆς ἀστρολογικῆς δοκεῖν συνεστάναι. καθὸ οὐν δυνατὸν ἠν, δι᾿ ὀλίγων πᾶσαν αὐτῆς τὴν δύναμιν ἐκτεθείμεθα. ἵνα δὲ καὶ) δι’ ἐπιτομῆς τὴν πᾶσαν αὐτῶν γνώμην ἐκθώμεθα, δοκεῖ προσθεῖναι ταῦτα. ἔστι κατ᾿ αὐτοὺς τὸ πᾶν πατήρ, υἱός, ὕλη· τούτων τῶν τριῶν ἕκαστον ἀπείρους ἔχει δυνάμεις έν ἑαυτῷ.

    καθέζεται οὐν μέσος τῆς ὕλης καὶ τοῦ πατρὸς ὁ υἱός, ὁ λόγος, ὁ ὄφις ἀεὶ κινούμενος πρὸς ἀκίνητον τὸν πατέρα καὶ κινουμένην τὴν ὕλην, καὶ ποτὲ μὲν στρέφεται πρὸς τὸν πατέρα καὶ ἀναλαμβάνει τὰς δυνάμεις εἰς τὸ πρόσωπον ἑαυτοῦ, ἀναλαβὼν δὲ τὰς δυνάμεις στρέφεται πρὸς τὴν ὕλην, καὶ ἡ ὕλη ἄποιος οὖσα καὶ ἀσχημάτιστος ἐκτυποῦται τὰς ἰδέας ἀπὸ τοῦ υἱοῦ, ἃς ὁ υἱὸς ἀπὸ τοῦ πατρὸς ἐτυπώσατο.

    ἐκτυποῦται δὲ ὁ μὲν υἱὸς ἀπὸ τοῦ πατρὸς ἀρρήτως καὶ ἀλάλως καὶ ἀμεταστάτως, οὕτως ὥς φησι Μωϋσῆς ἀπὸ τῶν ῥάβδων τῶν ἀπὸ τῶν ποτιστηρίων ῥερευκέναι τὰ χρώματα τῶν ἐγκεκισσηυμένων.

    ὁμοίως δ’ αὐ καὶ ἀπὸ τοῦ υἱοῦ ἐπὶ τὴν ὕλην ῥερευκέναι τὰς δυνάμεις κατὰ τὸ ἐγκίσσημα τῆς δυνάμεως τῆς ἀπὸ τῶν ῥάβδων ἐπὶ τὰ ἐγκεκισσημένα· ἡ δὲ διαφορὰ τῶν χρωμάτων καὶ ἡ ἀνομοιότης ῥεύσασα ἀπὸ τῶν ῥάβδων διὰ τῶν ὑδάτων ἐπὶ τὰ πρόβατα διαφορά, φησί, γενέσεώς ἐστι φθαρτῆς καὶ ἀφθάρτου·