Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

ματαία δὲ καὶ ἡ διὰ τῶν ὑ(δρι)ῶν νομιζομένη κατάληψις. οὐ γὰρ ὁμοίως ἀμφορεὺς τὸ (κάτω τρη)θεὶς ῥυήσεται πλήρης ὢν ὡς ἀπόκενος, αὐτοῦ τοῦ πόλου κατὰ ἐκείνων [*](12—19 vgl. Sexfc. § 86. 87—19—23 vgl. Sext. ἔ 73 E. 74. 84. 85 — 25. S. 38, 1 vgl. Sext, § 75 A. 77) [*](3 κατ᾿ ἀκρίβειαν Sext. 4 φανεῖται Ρ: φθάνει Sext. διελθεῖν Sext. 6 τῆς ἀκρωρείας (vgl. Sext. § 68 ob. S. 36, 15) Cruize: τὴν ἀκρώρειαν Ρ + ἀλλὰ Sext, 7 ἐστὶν ἡ σελήνη Sext. 8 ἐν τίνι > Sext. φαίνεται Ρ: φθάνει vgl. Ζ. 4 ἀναγκαῖον > Sext. ἀλλοῖον Sext. 9 πόλου Ρ: κόσμου ἀλέκτῳ Sext.: ἀλλ’ ἐν Ρ 10 φερόμενα Ρ (verb. Miller): περιφερομένης Sext. 10f παραπλάσασθαι τῇ τοῦ γεννηθέντος ὥρᾳ τά κατ’ οὐρανὸν βλεπόμενα Sext.) [*](14 ἡ περὶ Ρ ἐκ περιουσίας λεκτέον nach Sext. § 86 Mutscbmann ἐπερωτᾷ τις, <δείζωμεν> μηδὲ Diels 26 ὁ ἀμφορεὺς Sext. Miller Ρ ergänzt We. (κάτω war abgekürzt), τρυπηθεὶς Cruize 27 ῥθήσεται δύσει Ρ πλήρης ὢν Cruize: πληρώσων Ρ, πλήρης καθεστὼς Sext. πόλου Miller (vgl. Ζ. 9): πολλὰ Ρ κατὰ <τὸν> Diels)

38
λόγον ἑνὶ ὁρμήματι ἰσοταχῶς φερομένου.

εἰ δὲ ἀναστρέψαντες λέγοιεν μὴ τὸν ἀκριβῆ χρόνον λαμβάνειν ἀλλ᾿ ὡς ἔτυχεν ἐν πλάτει, σχεδὸν ὑπ᾿ αὐτῶν ἐλεγχθήσονται τῶν ἀποτελεσμάτων. οἱ γὰρ ἐν τῷ αὐτῷ χρόνφ γεννηθέντες οὐ τὸν αὐτὸν ἴζησαν βίον, ἀλλ᾿ οἱ μὲν λόγου χάριν ἐβασίλευσαν , οἱ δὲ ἐν πέδαις κατεγήρασαν.

οὐδεὶς γοῦν Ἀλεξάνδρῳ τῷ Μακεδόνι γέγονεν ἴσος πολλῶν κατὰ τὴν οἰκουμένην ὁμοίως ἀποτεχθέντων αὐτῷ, οὐθεὶς Πλάτωνι τῷ φιλοσόφῳ. ὥστε τὸν ἐν πλάτει τῆς γενέσεως χρόνον ὁ Χαλόαῖος ἀκριβῶς οὐ δυνήσεται λέγειν, εἰ <ὁ> κατὰ τὸν αὐτὸν χρόνον γεννηθεὶς εὐτυχήσει.

πολλοὶ γοῦν κατὰ τὸν αὐτὸν χρόνον γεννηθέντες ἐδυστύχησαν, ὥστε ματαία καὶ ἡ κατὰ τὰ διαθέματα ὁμοιότης. διαφόρως οὖν καὶ πολυτρόπως τὴν ματαιόπονον σκέψιν τῶν Χαλδαίων διελέγξαντες οὐδὲ τοῦτο παραλείψομεν, ὡς εἰς ἄπορον χωρήσουσιν αἱ προρρήσεις αὐτοῖς.

εἰ γὰρ τὸν ἐν τῇ ἀκίδι τοῦ Τοξότου γεννηθέντα, ὡς οἱ μαθηματικοὶ λέγουσιν, ἀνάγκη σφαγήσεσθαι, πῶς αἱ τοσαῦται τῶν βαρβάρων μυριά- δες ἀγωνιζόμεναι πρὸς τοὺς Ἕλληνας ἐν Μαραθῶνι ἢ Σαλαμῖνι ὑφ᾿ ἕν κατεσφάγησαν; οὐ γὰρ δή γε ἐπὶ πασῶν <ὁ> αὐτὸς ἦν ὡροσκόπος.