Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

εἶτ᾿ ἔστω καταληπτὴν ὑπάρχειν τὴν ἀπότεξιν. ἀλλ’ οὔτι γε πρὸς ἀκριβῆ χρόνον σημειοῦσθαι ταύτην δυνατόν ἐστι· τὸν γὰρ τοῦ δίσκου ψόφον έν) πλείονι χρόνῳ καὶ ἐν συχνῷ πρὸς αἴσθησιν δυνάμενον μερίζεσθαι καὶ] κινεῖσθαι συνέβη ἐπὶ τὴν ἀκρώρειαν.

τεκμήριον δὲ <τὸ> τῶν πόρρω δενδροτομούντων θεωρούμενον· μετὰ γὰρ ἱκανὴν ὥραν τοῦ κατενεχθῆναι τὸν πέλεκυν ἐξακούεται ἡ φωνὴ τῆς πληγῆς, ὡς [*](1 ῥητέον Sext. 2 θυραῖον Diels: θυρεὸν Ρ, ψυχρὸν Sext. <> ὅλον Ρ: ὀλίγον Sext. zu verb. aus Hipp. 3 κατενεχθῇ Sext., vgl. Ζ. 8 εἶτα οὐδ᾿ ἐφ’ ἑκάστου Sext. οὐδὲν ἑκάστω Ρ 3f τὸν ἀκριβῆ τῆς ἀποτέξεως χρόνον ὁρίζειν Sext. 4 ἀποδείξεως Ρ, verb. nach Sext. 5f καὶ πρὸς διάθεσιν τῶν τόπων Sext. 6 μαίας Sext.: ἄμα Ρ 8 ὅλον Ρ: ὀλίγον Sext. s. zu Ζ. 2 9 ἅλλῳ. ὃ Sext. ἄλλων. ὂν Fabricius Gö.): ἄλλω ὢν Ρ 10 σταθμίσεσθαι Ρ δέοντος 10f ἀποδείξεως Ρ, verb. nach Sext. 11f τὸ ὅσον ἐπὶ τοῖς τῆς ah. χρόνοις ἐπαγγ. Sext. ἀποδείξεως Ρ 12 ἰστᾶσι verb. nach Sext. 15 ὠδινούσῃ τὸν Sext. ἐπὶ τῆς Sext. 16f ἐπισημειοῦται Sext., παρασημειοῦται? Miller 17 ὑποδείξομεν Sext., ἐπιδείξομεν Miller 18 μικρῷ aus Sext. We: μικρόν Ρ 19 διασημαίνειν ταύτην ~ Sext. εὔκολον Sext.: εὔλογον Ρ ἔστω] + καὶ Sext. ö. 20 οἱ γε Sext. 21 ταύτην παρεπισημειοῦσθαι (Var. παρασ.) Sext. ἐν > Ρ 22 ἐν Sext.: οὐ Ρ 23 καὶ > Sext. τὸ Sext.: > Ρ 24 τῇ ὄρεινῇ Sext. γὰρ Sext.: δὲ Ρ 25 ἡ τῆς πληγῆς φωνή Sext. 25 f ὡς ἂν ευχρόνω Ρ, verb. aus Sext.)

37
ἂν ἐν χρόνῳ πλείονι φθάνουσα ἐπὶ τὸν ἀκούοντα. καὶ διὰ τοῦτο τοίνυν οὐκ ἔστιν ἀκριβῶς τοῖς Χαλδαίοις τὸν χρόνον τοῦ ἀνίσχοντος ζῳδίου καὶ κατ᾿ ἀλήθειαν ὡροσκοποῦντος λαμβάνειν.

καὶ μὴν οὐ μόνον φανεῖται πλείων διελθὼν χρόνος μετὰ τὴν ἀπότεξιν τοῦ παρεδρεύοντος τῇ ὠδινούσῃ κρούσαντος τῷ δίσκῳ, εἶτα μετὰ τὸ κροῦσαι ἀκούσαντος τοῦ ἐπὶ τῆς ἀκρωρείας. <ἀλλὰ> καὶ περισκοποῦντος καὶ καὶ βλέποντος ἐν τίνι τῶν ζῳδίων ἐστὶ σελήνη καὶ τῶν λοιπῶν ἀστέρων ἐν τίνι ἕκαστος, φαίνεται ἀναγκαῖον ἀλλοιότερον γενέσθαι τὸ περὶ τοὺς ἀστέρας διάθεμα, τῆς τοῦ πόλου κινήσεως ἀλέκτῳ τάχει φερομένης πρὶν τηρητικῶς παραφυλάξασθαι τὴν τοῦ γεννηθέντος ὥραν κατ’ οὐρανὸν βλεπομένην.

Οὕτως ἀσύστατος δειχθήσεται ἡ κατὰ Χαλδαίους τέχνη. εἰ δὲ ἐξ ἐπερωτήσεων φάσκοι τις σκοπεῖσθαι τοῦ πυνθανομένου τὴν γένεσιν ἢ περὶ † ἐπερωτάτω, μηδὲ κατά τοῦτον τὸν τρόπον δύνασθαι ἐφικνεῖσθαι ἐπὶ τὸ ἀκριβές. εἰ γὰρ τοσαύτη τις ἐπιμέλεια ἱστόρηται κατ’ αὐτοὺς περὶ τὴν τέχνην καὶ μηδ᾿ αὐτοὶ ἐφικνοῦνται ἐπὶ τὸ ἀκριβές, καθὼς ἐπεδείξαμεν, πῶς ὁ ἰδιώτης κατείληφε τῆς ἀποτέξεως τὸν χρόνον ἀκριβῶς, ἵνα παρὰ τούτου μαθὼν ὁ Χαλδαῖος στήσῃ τὸν ὡροσκόπον ἀληθῶς;

ἀλλ᾿ οὐδὲ κατὰ τὴν τοῦ ὁρίζοντος ὄφιν πάντη ὁ αὐτὸς φανήσεται ἀνίσχων ἀστήρ, ἀλλ’ ὅπου μὲν ὡροσκόπος νομισθήσεται τὸ ἀπόκλιμα, ὅπου δὲ ὠροσκόπος ἡ ἐπαναφορὰ παρὰ τὴν τῶν τόπων ἐπιφάνειαν ὄντων ἢ ταπεινοτέρων ἢ ὐψηλοτέρων, ὥστε καὶ κατὰ τοῦτο τὸ μέρος οὐκ ἀκριβὴν φανήσεται ἡ προαγόρευσις, πολλῶν κατὰ πάντα τὸν κόσμον τῇ αὐτῇ ὥρᾳ γεννωμένων, ἄλλου ἄλλως τὰ ἄστρα θεωροῦντος.