Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἀλέξανδρος κύριον ἔχει [*](4 ληφθεὶς ö.: λειφθεὶς Ρ 5 συντεθεὶς Ρ 8 κἂν ö.: καὶ Ρ πάλιν <ἑὰν> Miller 10 Punkt nach τοιούτων, nicht nach οὐδὲν Ρ 11 τοὺς Ρ, verb. ö. 14 εὑρίσκει Ρ 15f ὄνομα τὸ ݲ δὶς ἔχει, ἅπαξ οὖν τὸ ݲ ψηφίζουσι. κατὰ Miller (fictives Παπάτροκλος ö.) 16 ψηφίζουσι] + ݲ, dann wieder getilgt Ρ 17 μονάδες Ρ 18 ὁ αὐτὸς 15) ἔξ. ὁμοίως Miller: ὁμοίως ἕξ Ρ 20 πυθμένα > Cruize 23 ἦσαν Ρ: εἰσιν ö. 25 ἐννεατικὸν Ρ 26 παραλείπ·ονται Ρ, verb. Miller ὀν. στοιχεῖα Diels 29 29 Ρ Ἕκτωρ] ἔκτον Ρ, dann γάρ, aber getilgt 31 ἐπεὶ Cruize)

48
[*](f. 10r) ὄνομα <Πάρις>. Πάρις δὲ ποιεῖ μονάδας κατὰ τὸν ἐννεαδικὸν δ Μενέλαος δὲ κατὰ τὸν ἐννεαδικὸν μονάδας θ, νικῶσι δὲ αἱ ἐννέα τὰς τέσσαρας· εἴρηται γάρ, ὁπόταν ὁ μὲν περισσὸς ᾖ, ὁ δὲ ἄρτιος, ὁ μείζων νικᾷ, ὅταν δὲ ἀμφότεροι ἄρτιοι ἢ ἀμφότεροι περισσοί, ὁ ἐλάσσων.

πάλιν Ἄμυκος καὶ Πολυδεύκης. Ἄμυκος μὲν ποιεῖ μονάδας δύο κατὰ τὸν ἐννεαδικόν, καὶ Πολυδεύκης δὲ ἑπτά· νικᾷ Πολυδεύκης. Αἴας καὶ Ὀδυσσεὺς ἐπάλαισαν ἐν τῷ ἐπιταφίῳ. Αἴας ποιεῖ κατὰ τὸν ἐννεαδικὸν μονάδας ݲ, Ὀδυσσεὺς ݲ κατὰ τὸν ἐννεαδικόν· ἆρα οὖν μήτι τὸ Ὀδυσσέως ἐπίθετον καὶ οὐ κύριόν ἐστιν; ἐνίκησε γάρ. κατὰ μὲν τοὺς ἀριθμοὺς νικᾷ Αἴας, ἡ δ᾿ ἱστορία Ὀδυσσέα παραδίδωσιν.

Ἀχιλλεὺς καὶ Ἕκτωρ. Ἀχιλλεὺς κατὰ τὸν ἐννεαδικὸν ποιεῖ τέσσαρας, Ἕκτωρ μίαν· νικᾷ Ἀχιλλεύς. πάλιν Ἀχιλλεὺς καὶ Ἀστεροπαῖος. Ἀχιλλεὺς ποιεῖ τέσσαρας, Ἀστεροπαῖος τρεῖς· νικᾷ Ἀχιλλεύς. πάλιν Μενέλαος καὶ Εὔφορβος. Μενέλαος ἔχει μονάδας ἐννέα, Εὔφορβος ὀκτώ· νικᾷ Μενέλαος.

τινὲς δὲ κατὰ τὸν ἑβδοματικὸν μόνοις τοῖς φωνήεσι χρῶνται, ἄλλοι δὲ διαστέλλουσιν ἰδίᾳ μὲν τὰ φωνήεντα, ἰδίᾳ δὲ τὰ ἡμίφωνα, ἰδίᾳ δὲ τὰ ἄφωνα, καὶ τρεῖς τάξεις ποιήσαντες λαμβάνουσι τοὺς πυθμένας ἰδίᾳ μὲν τῶν φωνηέντων, ἰδίᾳ δὲ τῶν ἡμιφώνων, ἰδίᾳ <δὲ> τῶν ἀφώνων, καὶ χωρὶς ἔκαστον.

ἄλλοι δὲ οὐδὲ τούτοις τοῖς νενομισμένοις ἀριθμοῖς χρῶνται, ἀλλ’ ἄλλοις, οἷον ὑποδείγματος ἔνεκα τὸ ݲ οὐ θέλουσι πυθμένα ἔχειν <μονάδας> ݲ ἀλλὰ ݲ καὶ τὸ ξ στοιχεῖον μονάδας ݲ καὶ παντοίως στρεφόμενοι οὐδὲν ὑγιὲς εὑρίσκουσιν. ὅταν μέντοι δεύτερόν τινες ἀγωνίζωνται, ἀφ’ ἐκατέρου τῶν ὀνομάτων τὸ πρῶτον στοιχεῖον ἀφαιροῦσιν, ὅταν δὲ τρίτον, τὰ δύο ἑκατέρωθεν, καὶ τὰ λοιπὰ ψηφίσαντες συγκρίνουσιν.