Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

κἂν πάλιν τὸν τεσσαράκοντα πέντε ἀριθμὸν μερίζοντες εὕρωμὲν ἀπαρτίζοντα ἐννέα — καὶ γὰρ ἐννάκις πέντ·ε ݲ | καὶ λείπεται οὐδέν —, ἐπὶ τῶν τοιούτων αὐτὸν τὸν ἐννέα λέγουσι, f. 9v πυθμένα. καὶ ἐπὶ τοῦ ἑβδοματικοῦ ὁμοίως, ἐὰν λόγου χάριν τὸν ݲ εἰς τὸν ἑπτὰ μερίζοντες ἀπαρτίσωμεν — ἑπτάκις γὰρ ݲ ݲ καὶ περιλείπεται οὐδέν —, τὸν ἑπτὰ λέγουσι πυθμένα.

ὅταν μέντοι ψηφίζῃ τά ὀνόματα καὶ εὑρίσκῃ δὶς τὸ αὐτὸ γράμμα, ἅπαξ αὐτὸ ψηφίζει, οἷον τὸ Πάτροκλος ὄνομα † καὶ τὸ ݲ ݲ δὶς ἔχει καὶ τὸ ݲ δίς, ἄπαξ οὐν τὸ ݲ ψηφίζουσι καὶ ἅπαξ τὸ ݲ κατὰ τοῦτο οὖν πυθμένες ἔσονται ݲ, ݲ ݲ ݲ ζ, β, ݲ β, καὶ συντεθέντες ποιοῦσι μόναδας κζ, καὶ ἔσται πυθμὴν τοῦ ὀνόματος κατὰ μὲν τὸν ἐννεαδικὸν αὐτὸς ὁ ἐννέα, κατὰ δὲ τὸν ἑβδοματικὸν ἕξ.

ὁμοίως Σαρπηδὼν ψηφισθεὶς ποιεῖ μονάδας κατὰ τὸν ἐννεαδικὸν δύο πυθμένα, Πάτροκλος δὲ ποιεῖ μονάδας θ νικᾷ Πάτροκλος. ὅταν γὰρ ᾖ ὁ μὲν εἷς περισσός, ὁ δὲ ἔτερος ἄρτιος, ὁ περισσὸς νικᾷ, ἐὰν μείζων ᾖ. πάλιν δὲ ἐὰν ᾖ ὀκτὼ ἄρτιος καὶ πέντε περισσός, ὁ ὀκτὼ νικᾷ, μείζων γάρ ἐστιν. εἰ δὲ ἦσαν ἀριθμοὶ δύο οἷον ἀμφότεροι ἄρτιοι ἢ ἀμφότεροι περισσοί, ὁ ἐλάσσων νικᾷ. πῶς δὲ ὁ Σαρπηδὼν κατὰ τὸν ἐννεαδικὸν ποιεῖ μονάδας δύο;

παραλείπεται γὰρ τὸ ݲ στοιχεῖον· ὅταν γὰρ ᾐ ἐν ὀνόματι στοιχεῖον ݲ καὶ 7 ݲ παραλιμπάνουσι τὸ ݲ ἐνὶ στοιχείῳ χρώμενοι· ἰσοδυναμεῖν γὰρ λέγουσι τὰ ἀμφότερα, δὶς δὲ τὸ αὐτὸ οὐ ψηφίζεται, ὡς ἄνωθεν εἴρηται.

πάλιν Αἴας ποιεῖ μονάδας τέσσαρας, Ἕκτωρ κατὰ τὸν ἐννεαδικὸν ποιεῖ μονάδα μίαν. καὶ ἔστιν ἡ μὲν τετρὰς ἄρτιος, ἡ μονὰς δὲ περισσή, ἐπὶ δὲ τῶν τοιούτων τὸν μείζονα ἐλέγομεν νικᾶν, νικᾷ ὁ Αἴας. πάλιν Ἀλέξανδρος καὶ Μενέλαος.