Refutatio Omnium Haeresium (= Philosophumena)

Hippolytus

Hippolytus. Hippolytus Werke, Volume 3. Wendland, Paul, editor. Leipizg: Hinrichs, 1916.

Ἔκφαντός τις Συρακούσιος ἴφη μὴ εἶναι ἀληθινὴν τῶν ὄντων λαβεῖν γνῶσιν. ὁρίζει δὲ ὡς νομίζει τὰ μὲν πρώτα ἀδιαίρετα εἶναι σώματα καὶ παραλλαγὰς αὐτῶν τρεῖς ὑπάρχειν, μέγεθος σχῆμα δύναμιν, ἐξ ὦν τὰ αἰσθητὰ γίνεσθαι. εἶναι δὲ τὸ πλῆθος αὐτῶν ὡρισμένον καὶ τοῦτο ἄπειρον. κινεῖσθαι δὲ τὰ σώματα μήτε ὑπὸ βάρους μήτε πληγῆς. ἀλλ' ὑπὸ θείας δυνάμεως, ἢν νοῦν καὶ ψυχὴν Προσαγορεύει. τούτου μὲν οὖν τὸν κόσμον εἶναι ἐδέαν, δι' ὂ καὶ σφαιροειδῆ ὑπὸ θείας δυνάμεως γεγονέναι. τὴν δὲ γῆν μέσον κόσμου κινεῖσθαι περὶ τὸ αὑτῆς κέντρον ὡς πρὸς ἀνατολήν.

Ἲππων δὲ <ὁ> Ῥηγῖνος ἀρχὰς ἔφη ψυχ·ρὸν τὸ ὒδωρ καὶ θερμὸν τὸ πῦρ. γενόμενον δὲ τὸ πῦρ ὑπὸ ὒδατος κατανικῆσαι τὴν τοῦ γεννήσαντος δύναμιν συστῆσαί τε τὸν κόσμον. τὴν δὲ ψυχὴν ποτὲ μὲν ἐγκέφαλον λέγει, ποτὲ δὲ ὕδωρ· καὶ γὰρ τὸ σπέρμα εἶναι τὸ φαινόμενον ἡμῖν ἐξ ὑγροῦ, ἐξ οὗ φησι ψυχὴν γίνεσθαι.

Ταῦτα μὲν οὖν ἱκανῶς δοκοῦμεν παρατεθεικέναι. διὸ δοκεῖ λοιπὸν αύτάρκως διαδραμόντων ἡμῶν τὰ τοῖς φυσικοῖς δόξαντα, ἀναδραμεῖν ἐπὶ Σωκράτην καὶ Πλάτωνα, οἳ τὸ ἠθικὸν μάλιστα προετίμησαν.

Ὁ μὲν οὐν Σωκράτης γίνεται Ἀρχελάου τοῦ φυσικοῦ ἀκροατής· ὂς τὸ γνῶθι σαυτὸν προτιμήσας καὶ μεγάλην σχολὴν συστήσας ἔσχε πάντων τῶν μαθητῶν ἱκανώτερον τὸν Πλάτωνα, αὐτὸς μὲν [*](lOff S. Bertennann ο. S. S) S. 27 — 24. 26 Cedrenus Ι 278, 23—279 2) [*](1 τῶν > Wolf 2 ἐπηλώθησαν LBT: ἀππλάθησαν Ο πυλῶ Β 4 Ο 5 ταύτην Diele: τοῦτο HSS, οὔτω Karsten μεταβολήν Diels (vgl. Aristot. Meteorol. Ι 14 ρ. 352 a 17): καταβάλλειν RSS, καταβολὴν Roeper 7 ὁρίζειν und νομίζειν Diels Vorsokr. ὁρίζειν δὲ ὡς νομίζεται Dox,) 10 τοῦτο) οὐκ Roeper ὡρισμένων κατὰ τοῦτο, ἄπειρον? ö. 12 τοῦ μὲν οὐν τὸν κόσμον εἰδέναι ίδεῖν HSS, verb. Roeper 13 θείας ö. μιᾶς HSS 14 αὐτῆς HSS ὡς] + ἀπὸ δύσεως Zellor 15 περὶ ἲππωνος Ο + ὁ Delarue ῥηγεῖνος Β 16 γενόμενον — πῦρ > Ο γεννώμενον LB, verb. Roeper κατανικῆσαι κατανικῆσαν LBO 17 νικήσαντος, über γεννή L0 τε] δὲ Β 18 λέγει Zeller: ἔχειν HSS, ἔφη εἶναι Roeper γὰρ Bakhuizen van den Brink, Var. lect. ex bist, philos. ant. p. 47. 52: παρὰ HSS <κατὰ> τὸ φαιν. Diels Dox., doch Vorsokr. 19 γίνεσθαι aus γενέσθαι verb. Β 20 παρατεθηκέναι Β 24 περὶ σωκράτους Ο 26 μαθημάτων Β μὲν) δὲ Β)

19
μηδὲ συγγράμματα καταλιπών·

ὁ δὲ Πλάτων τὴν πᾶσαν αὐτοῦ σοφίαν ἀπομαξάμενος συνέστησε τὸ διδασκαλεῖον μίξας ὁμοῦ φυσικὴν ἠθικὴν διαλεκτικήν. ἄ δὲ ὁ Πλάτων ὁρίζει, ἐστὶ ταῦτα.

Πλάτων ἀρχὰς εἶναι τοῦ παντὸς θεὸν καὶ ὕλην καὶ παράδειφμα· θεὸν μὲν τὸν ποιητὴν καὶ διακοσμήσαντα τόδε τὸ πᾶν κοὶ προνοούμενον αὐτοῦ· ὒλην δὲ τὴν πᾶσιν ὑποκειμένην, ἢν καὶ δεξαμενὴν καὶ Μήνην καλεῖ, ἐξ ἡς διακοσμηθείσης γενέσθαι τὰ τέσσαρα στοιχεῖα, ἐξ ὡν συνέστηκεν ὁ κόσμος, πυρὸς ἀέρος γῆς ὕδατος, ἐξ ὡς καὶ τὰ ἄλλα πάντα συγκρίματα καλούμενα, ζῷά τε καὶ φυτά, συνεστηκέναι·