Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐν τούτῳ δὲ Γερόντιος ὁ τῶν Κωνσταντίνου στρατηγῶν ἄριστος, δυσμενὴς αὐτῷ γέγονεν: ἐπιτήδειόν τε εἰς τυραννίδα Μάξιμον τὸν αὐτοῦ οἰκεῖον νομίσας, βασιλικὴν ἐνέδυσεν ἐσθῆτα, καὶ ἐν Ταρακόνῃ διάγειν εἴασεν. Αὐτὸς δὲ Κωνσταντίνῳ ἐπεστράτευσεν, ἐν παρόδῳ Κώνσταντα τὸν υἱὸν αὐτοῦ ἐν Βιέννῃ ὄντα ἀναιρεθῆναι παρασκευάσας.

Ἐπεὶ δὲ ἔμαθε Κωνσταντῖνος τὰ κατὰ Μάξιμον, Ἐδόβιχον μὲν τὸν αὐτοῦ στρατηγὸν πέραν τοῦ Ῥήνου πέπομφεν, Φράγκων τε καὶ Ἀλαμανῶν συμμαχίαν προτρεψόμενον: Κώνσταντι δὲ τῷ αὐτοῦ παιδὶ, Βιέννης καὶ τῶν τῇδε πόλεων τὴν φυλακὴν ἐπέτρεψε.

Καὶ Γερόντιος μὲν ἐπὶ τὴν Ἀρήλατον ἐλάσας, ἐπολιόρκει τὴν πόλιν. Μετ̓ οὐ πολὺ δὲ στρατιᾶς Ὁνωρίου

911
κατὰ τοῦ τυράννου παραγενομένης, ἧς ἡγεῖτο Κωνστάντιος ὁ τοῦ Οὐαλεντινιανοῦ τοῦ βασιλέως πατὴρ, φεύγει παραχρῆμα μετ̓ ὀλίγων στρατιωτῶν. Οἱ γὰρ πλείους τοῖς ἀμφὶ τὸν Κωνστάντιον προσεχώρησαν.