Historia Ecclesiastica
Sozomenus
Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.
Μέλλων δὲ περαιοῦσθαι τὸν Ἠριδανὸν, τὴν αὐτὴν ὁδὸν ἀνέστρεψε, μαθὼν τὸν Ἀλαβίχου θάνατον: ὃν
909
δὴ στρατηγὸν Ὁνωρίου ὄντα, καὶ ὕποπτον ὡς Κωνσταντίνῳ πραγματευόμενον πᾶσαν τὴν πρὸς τὴν δύσιν ἡγεμονίαν, ἀναιρεθῆναι συνέβη τότε, προηγούμενον, ὡς ἔθος, ἐπανιόντος ἐκ προόδου τινὸς τοῦ κρατοῦντος. Ἡνίκα δὴ καὶ ὁ βασιλεὺς αὐτίκα τοῦ ἵππου ἀποβὰς, δημοσίᾳ εὐχαριστήρια τῷ Θεῷ ηὔξατο, ὡς προφανοῦς ἐπιβούλου ἀπαλλαγείς.Κωνσταντῖνος δὲ φεύγων, τὴν Ἀρήλατον κατέλαβε: κατὰ ταυτὸν δὲ καὶ Κώνστας ὁ αὐτοῦ παῖς φεύγων ἐκ τῆς Ἱσπανίας.
Καταπεσούσης γὰρ τῆς Κωνσταντίνου δυνάμεως, ἀναλαβόντες ἑαυτοὺς Οὐανδαλοί τε καὶ Σοῦϊβοι καὶ Ἀλανοὶ, σπουδῇ τὸ Πυρηναῖον ὄρος κατέλαβον, εὐδαίμονα καὶ πλησιωτάτην τὴν χώραν ἀκούοντες. Παρημεληκότων τε τῶν ἐπιτραπέντων παρὰ Κώνσταντος τὴν φρουρὰν τῆς παρόδου, παρῆλθον εἰς Ἱσπανίαν.
910