Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Παῤ ἀξίαν δὲ δόξας εὖ πράττειν, οὐκ ἤνεγκε σωφρόνως: ἀλλ̓ ἐπεὶ τὸ πρῶτον παράλογον κατὰ γνώμην αὐτῷ ἀπέβη, καὶ τὴν καθόλου ἐκκλησίαν θορυβεῖν ἐπεχείρησεν: ἦν μὲν γὰρ Χριστιανὸς, τῆς τῶν βαρβάρων αἱρέσεως,

797

οἳ τὰ Ἀρείου φρονοῦσιν. Ἀναπεισθεὶς δὲ παρὰ τῶν ταύτης προεστώτων, ἢ αὐτὸς φιλοτιμούμενος, ᾔτησε τὸν βασιλέα μίαν τῶν ἐν τῇ πόλει ἐκκλησιῶν τοὺς ὁμοδόξους αὐτῷ ἔχειν: μηδὲ γὰρ εἶναι δίκαιον, καὶ ἄλλως ἀπρεπὲς ἐμέμφετο, Ῥωμαίων ὄντα ἑαυτὸν στρατηγὸν, ἔξω τειχῶν παραγενόμενον εὔχεσθαι.

Μαθὼν δὲ τάδε Ἰωάννης, οὐκ ἐφησύχασε. Παραλαβὼν δὲ τοὺς ἐπισκόπους οἵπερ ἔτυχον ἐνδημοῦντες τῇ πόλει, ἧκεν εἰς τὰ βασίλεια. Καὶ τοῦ βασιλέως ἐπακούοντος, αὐτοῦ τε Γαϊνᾶ παρόντος, πολὺν κατέχεε λόγον, πατρίδα τε καὶ φυγὴν ὀνειδίζων, καὶ ὡς τῷ βασιλέως πατρὶ τότε σωθεὶς ὤμοσεν, ἦ μὴν Ῥωμαίοις εὐνοεῖν, αὐτῷ τε καὶ τοῖς αὐτοῦ παισὶ,

καὶ νόμοις, οὓς ἀκύρους ἐπεχείρει ποιεῖν. Καὶ τάδε λέγων, ἐδείκνυ τὸν νόμον ὃν Θεοδόσιος ἔθετο, τοὺς ἑτεροδόξους εἵργων ἔνδον τειχῶν ἐκκλησιάζειν. Ἐκ τούτου δὲ πρὸς τὸν βασιλέα τρέψας τὸν λόγον, ἔπεισε

798
τὸν τεθέντα νόμον κατὰ τῶν ἄλλων αἱρέσεων κύριον φυλάττειν: ἄμεινον εἶναι συμβουλεύων τῆς βασιλείας παραχωρεῖν, ἢ προδότην οἴκου Θεοῦ γενόμενον ἀσεβεῖν.

Καὶ ὁ μὲν ἀνδρείως ὧδε παρρησιασάμενος, οὐδὲν συνεχώρησε νεωτερισθῆναι περὶ τὰς ὑπ̓ αὐτὸν ἐκκλησίας. Ὁ δὲ Γαϊνᾶς ἐπιορκεῖν ἤδη διενοεῖτο, καὶ τὴν πόλιν πορθεῖν. Ἡνίκα δὴ ταύτην τὴν ἐπιβουλὴν προεμήνυσε κομίτης, ἐπὶ τῆς πόλεως φανεὶς μέγιστος, εἰς αὐτὴν σχεδὸν τὴν γῆν διήκων, καὶ οἷος πρότερον οὐ γεγενῆσθαι λέγεται.