Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἐν τούτῳ δὲ Γαϊνᾶς ἀνὴρ βάρβαρος, αὐτομολήσας Ῥωμαίοις, ἐξ εὐτελοῦς στρατιώτου παραλόγως εἰς τὴν τῶν στρατηγῶν παρελθὼν τάξιν, ἐπεχείρησε τὴν Ῥωμαίων ἀρχὴν ὑφ̓ ἑαυτὸν ποιεῖν. Ταῦτα δὲ βουλευόμενος,

795
τοὺς ὁμοφύλους αὐτοῦ Γότθους ἐκ τῶν ἰδίων νόμων εἰς Ῥωμαίους μετεπέμψατο, καὶ τοὺς ἐπιτηδείους συνταγματάρχας καὶ χιλιάρχους κατέστησε.

Τιρβιγγίλου δὲ νεωτερίσαντος, ὃς αὐτῷ γένει προσήκων πολυανθρώπου τάγματος ἡγεῖτο τῶν ἐν Φρυγίᾳ στρατιωτῶν, τοῖς μὲν εὖ φρονοῦσι δῆλος ἦν ταῦτα κατασκευάσας: ἀγανακτεῖν δὲ προσποιούμενος πορθουμένων τῶν τῇδε πόλεων, ἐπετράπη ταύταις βοηθεῖν.

Ἐπεὶ δὲ εἰς τὴν Φρυγίαν ἀφίκετο, πλῆθος ἔχων βαρβάρων ὡς εἰς πόλεμον ἀφιγμένος, εἰς τὸ φανερὸν ἐξῆγε τὴν γνώμην, ἣν πρότερον ἔκρυπτε: καὶ πόλεις ἃς ἐτάχθη φυλάττειν, ἐδῄου: ταῖς δὲ ἐπιθήσεσθαι ἔμελλε: παραγενόμενος δὲ εἰς Βιθυνίαν, ἐν τοῖς Χαλκηδόνος ὅροις ἐστρατοπεδεύετο,

καὶ πόλεμον ἠπείλει. Ἐν κινδύνῳ δὲ τῶν πραγμάτων ὄντων, καὶ μάλιστα τῶν ἐν Ἀσίᾳ καὶ ἕῳ πόλεων, ὅσαι τε μεταξὺ τούτων καὶ περὶ τὸν Εὔξεινον πόντον οἰκοῦνται,

796
λογισάμενος ὁ βασιλεὺς σὺν τοῖς ἀμφ̓ αὐτὸν ὡς οὐκ ἀσφαλὲς ἀπαρασκεύους ὄντας εἰς κίνδυνον καθίστασθαι πρὸς ἄνδρας ἤδη τὸ ζῆν ἀπειρηκότας, πέμψας πρὸς Γαϊνᾶν, ἐπήγγειλεν αἰτεῖν ὅ, τι βούλεται: εἶναι γὰρ ἕτοιμος ἐν πᾶσιν αὐτῷ γενέσθαι κεχαρισμένος.

Ὁ δὲ, Σατορνῖνον καὶ Αὐρηλιανὸν ὑπατικοὺς ἄνδρας, ὑπονοῶν ἐναντία φρονεῖν αὐτῷ, ἐξῄτησε: λαβὼν δὲ, ἐφείσατο: καὶ εἰς ταυτὸν τῷ βασιλεῖ συνδραμὼν, εἰς τὸν πρὸ τῆς Χαλκηδόνος εὐκτήριον οἶκον, ἐν ᾧ Εὐφημίας τῆς μάρτυρος ἐστὶν ὁ τάφος, ὅρκους τε λαβὼν καὶ δοὺς περὶ εὐνοίας, ἀπέθετο τὰ ὅπλα, καὶ εἰς Κωνσταντινούπολιν ἐπεραιοῦτο, πεζῶν καὶ ἱππέων τὴν ἡγεμονίαν ἐκ βασιλέως ἔχων.