Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ὁ δὲ Ἰωάννης ἐπὶ τῆς ἐπισκοπῆς γενόμενος, πρότερον διορθοῦσθαι τοὺς βίους τῶν ὑπ̓ αὐτὸν κληρικῶν ἐσπούδαζε: προόδους τε αὐτῶν καὶ δίαιταν καὶ τὴν ἄλλην ἀγωγὴν πολυπραγμονῶν, ἤλεγχέ τε καὶ ἐπέστρεφε: τοὺς δὲ καὶ τῆς ἐκκλησίας ἐξεοῦτο: ἐλεγκτικὸς γὰρ ὢν φύσει, καὶ κατὰ τῶν ἀδικούντων ἐν δίκῃ ἀγανακτῶν, ἔτι μᾶλλον ἐν τῇ ἐπισκοπῇ ἐπέδωκε τούτοις τοῖς παθήμασιν.

Ἡ γὰρ φύσις ἐξουσίας ἐπιλαβομένη,

793
ῥᾳδίως πρὸς ἔλεγχον ἐξῆγε τὴν γλῶσσαν, καὶ τὴν ὀργὴν ἑτοιμότερον κατὰ τῶν ἁμαρτανόντων ἐκίνει. Οὐ μόνον δὲ τὴν ὑπ̓ αὐτὸν ἐκκλησίαν, ἀλλ̓ ὡς ἀγαθὸς καὶ μεγαλόφρων, καὶ τὰς ἁπανταχοῦ ἐπανορθοῦν ἐσπούδαζεν.

Αὐτίκα γοῦν ἐπὶ τὴν ἐπισκοπὴν παρελθὼν, ἔτι τῶν ἀνὰ τὴν Αἴγυπτον καὶ δύσιν ἱερέων πρὸς τοὺς ἐν τῇ ἕῳ διὰ Παυλῖνον διαφερομένων, καὶ κοινῆς τινὸς ἀμιξίας διὰ τοῦτο τὰς ἀνὰ πᾶν τὸ ὑπήκοον ἐκκλησίας κατεχούσης, ἐδεήθη Θεοφίλου συμπρᾶξαι αὐτῷ, καὶ καταλλάξαι Φλαβιανῷ τὸν Ῥωμαίων ἐπίσκοπον: ὧδε δὲ δόξαν, αἱροῦνται ἐπὶ τοῦτο Ἀκάκιος ὁ Βεροίας ἐπίσκοπος, καὶ Ἰσίδωρος, δἰ ὃν Θεόφιλος ἐναντίος ἐγένετο τῇ αὐτοῦ χειροτονίᾳ.

Καὶ παραγενόμενοι εἰς Ῥώμην, ἐπειδὴ κατὰ γνώμην αὐτοῖς ἡ πρεσβεία ἀπέβη, κατέπλευσαν εἰς Αἴγυπτον: ἐντεῦθεν εἰς Συρίαν ἧκεν Ἀκάκιος, Αἰγυπτίων καὶ τῶν πρὸς δύσιν ἱερέων εἰρηναῖα γράμματα τοῖς ἀμφὶ Φλαβιανὸν φέρων. Καὶ αἱ μὲν ἐκκλησίαι ὀψέ ποτε ταύτης τῆς διχονοίας ὧδε ἀπαλλαγεῖσαι,

794

τὴν πρὸς ἀλλήλας κοινωνίαν ἀπέλαβον. Τὸ δὲ πλῆθος τῶν ἐν Ἀντιοχείᾳ καλουμένων Εὐσταθιανῶν, ἄχρι τινὸς διέμεινεν ἐφ̓ ἑαυτὸ συναγόμενον, καὶ ἐπισκόπου ἐκτός. Ὀλίγον γὰρ χρόνον ἐπιβιώσας, ὡς ἔγνωμεν, ἐτελεύτησεν Εὐάγριος ὁ Παυλῖνον διαδεξάμενος: κατὰ τοῦτο γὰρ, οἶμαι, εὐμαρεῖς ἐγένοντο τοῖς ἐπισκόποις αἱ διαλλαγαὶ, μηδενὸς ἐναντίου ὄντος: ὁ δὲ λαὸς, οἷα δῆμος φιλεῖ, κατ̓ ὀλίγους ἀεὶ προστιθέμενοι τοῖς ὑπὸ Φλαβιανὸν ἐκκλησιάζουσιν, οἱ πλείους τῷ χρόνῳ ἡνώθησαν.