Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Προὐχώρει δὲ ὅμως αὐτῷ καὶ τοῦτο κατὰ γνώμην. Ἡ δὲ σύνοδος ἅπαντας συνεκάλεσε τοὺς Κωνσταντινουπόλεως κληρικοὺς, καθαίρεσιν ἀπειλήσασα κατὰ τῶν ἀπειθούντων. Ἐκάλεσε δὲ καὶ Ἰωάννην πρὸς ἀπολογίαν:

839
σὺν αὐτῷ δὲ παρεῖναι προσέταξε Σαραπίωνα, καὶ Τίγριον πρεσβύτερον, καὶ Παῦλον ἀναγνώστην.

Ὁ δὲ Ἰωάννης, ἄλλους τέ τινας τῶν ἐπιτηδείων αὐτῷ κληρικῶν, καὶ Δημήτριον τὸν Πισινοῦντος ἐπίσκοπον πέμψας πρὸς αὐτοὺς ἔλεγε, μὴ ἀποφεύγειν τὴν κρίσιν: ἕτοιμος δὲ εἶναι, εἰ πρότερον μάθοι τοὺς κατηγόρους, καὶ τὴν γραφὴν ἐπισκέψαιτο, ἐπὶ μείζονος ἀπολογεῖσθαι συνόδου: μὴ γὰρ αἱρεῖσθαι ἀνόητόν τι ὑπομένειν, καὶ περιφανῶν ἐχθρῶν ἀνέχεσθαι δικαστῶν.

Ὡς ἀπειθοῦντος δὲ συνόδῳ χαλεπαινόντων αὐτῶν, οἱ μὲν τῶν τάδε ἀγγειλάντων, δείσαντες οὐκέτι ἀνέστρεφον: Δημήτριος δὲ, καὶ ὅσοι τὴν Ἰωάννου προετίμων συνουσίαν, ὡς αὐτὸν ἐπανῆλθον. Κατ̓ αὐτὴν δὲ τὴν ἡμέραν ταχυδρόμος καὶ ταχυγράφος ἐκ τῶν βασιλειῶν παραγενόμενοι, τὸν μὲν κατήπειγον πρὸς τοὺς ἐπισκόπους ἐλθεῖν: τοὺς δὲ, μὴ μέλλειν περὶ τὴν κρίσιν.

Ἐπεὶ δὲ τετράκις κληθεὶς, οἰκουμενικὴν ἐπεκαλεῖτο σύνοδον, οὐδὲν ἕτερον ἐπαιτιώμενοι, πλὴν ὅτι κληθεὶς οὐχ ὑπήκουσε, καθεῖλον αὐτόν.

840

Ὅτι ἐστασίασε τὸ πλῆθος κατὰ Θεοφίλου καὶ τῆς αὐτοῦ συνόδου, καὶ τοὺς κρατοῦντας ἐλοιδορεῖτο. Ἀνακληθεὶς τοίνυν ὁ Ἰωάννης, πάλιν ἐπὶ τὸν θρόνον ἐγένετο.

Τὸ δὲ πλῆθος, ὡς τάδε ἔγνω ἐν Κωνσταντινουπόλει περὶ δείλην ὀψίαν, πρὸς στάσιν κεκίνητο: καὶ συνδραμόντες ἕωθεν εἰς τὴν ἐκκλησίαν, ἄλλα τε πολλὰ ἀνέκραγον, καὶ ὡς δέοι μείζονα σύνοδον περὶ αὐτοῦ διαλαβεῖν. Κατεπειγόντων τε τῶν ἐκ βασιλέως προστεταγμένων εἰς ὑπερορίαν αὐτὸν ἀπάγειν, οὐ συνεχώρουν.

Ὁ δὲ, δείσας μήτι ἕτερον αὐτῷ ἔγκλημα πλασθῇ, ἢ ὡς βασιλεῖ ἀπειθοῦντι, ἢ τὸν δῆμον ταράττοντι, ἡμέρᾳ τρίτῃ μετὰ τὴν καθαίρεσιν, διασπαρέντος τοῦ πλήθους περὶ μεσημβρίαν λαθὼν ἀπέλιπε τὴν ἐκκλησίαν. Ἤδη δὲ αὐτοῦ ἀπαγομένου, χαλεπῶς ὁ λαὸς ἐστασίαζε, βασιλέα τε καὶ τὴν σύνοδον καὶ μάλιστα Θεόφιλον καὶ Σεβηριανὸν ἐλοιδόρουν: ἄμφω μὲν γὰρ ἀρχηγὼ τῆς ἐπιβουλῆς ἤστην.