Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Περαιωθέντι δὲ Θεοφίλῳ, οὐδεὶς τῶν Κωνσταντινουπόλεως κληρικῶν ὑπήντετο. Δῆλος γὰρ ἦν ἤδη τῷ ἐπισκόπῳ δυσμενής. Τὸ δὲ τῶν Ἀλεξανδρέων ναυτικὸν, οἵπερ ἔτυχον ἐνδημοῦντες, ἔκ τε τῶν ἄλλων πλοίων, καὶ μάλιστα τῶν σιτηγῶν, ὁμοῦ συνελέγησαν,

καὶ προθύμως αὐτὸν εὐφημοῦντες ἐδέξαντο. Παραδραμὼν δὲ τὴν ἐκκλησίαν, εἰς βασιλικὴν οἰκίαν ἦλθεν,

837
ἐν ᾗ καταμένειν αὐτῷ ηὐτρέπιστο. Ἐπεὶ δὲ πολλοὺς ἔγνω Ἰωάννῃ ἀπεχθάνεσθαι, καὶ κατηγορεῖν ἑτοίμους, προδιαθεὶς τὰ ἄλλα ᾗπερ αὐτῷ καλῶς ἔχειν ἐδόκει,

ἧκεν εἰς Δρῦν. Χαλκηδόνος δὲ τοῦτο προάστειον, Ῥουφίνου τοῦ ὑπατικοῦ νῦν ἐπώνυμον, ἐν ᾧ βασίλεια ἐστι, καὶ μεγάλη ἐκκλησία, ἣν αὐτὸς Ῥουφῖνος ἐπὶ τιμῇ Πέτρου καὶ Παύλου τῶν ἀποστόλων ἐδείματο, καὶ ἀποστολεῖον ἐξ αὐτῶν ὠνόμασε: πλησίον δὲ μοναχοὺς συνῴκισεν οἳ τῆς ἐκκλησίας τὸν κλῆρον ἐπλήρουν.

Ἐνταῦθα δὲ συνελθὼν Θεόφιλος ἅμα τοῖς ἄλλοις ἐπισκόποις, περὶ μὲν τῶν Ὠριγένους βιβλίων οὐδὲν ἐπεμνημόνευσε: τοὺς δὲ ἀπὸ Σκήτεως μοναχοὺς εἰς μετάνοιαν ἐκάλει, μήτε μνησικακεῖν, μήτε κακῶς ποιεῖν ὑποσχόμενος. Ἐπιβοώντων δὲ αὐτοῖς συγγνώμην αἰτεῖν τῶν Θεοφίλου σπουδαστῶν, καὶ προσποιουμένων τὴν σύνοδον ἱκετεύειν ὑπὲρ αὐτῶν, ταραχθέντες οἱ μοναχοὶ, καὶ τοῦτο χρῆναι ποιεῖν νομίσαντες, πολλῶν ἐπισκόπων προκαθημένων, τοῦτο δὴ τὸ

838
σύνηθες αὐτοῖς λέγειν κἂν ἀδικῶνται, Συγχώρησον,

ἔφασαν. Θεοφίλου δὲ ἑτοίμως σπεισαμένου, καὶ τὴν κοινωνίαν αὐτοῖς ἀποδόντος, διελύθη τῶν περὶ Σκῆτιν ἀδικημάτων ἡ ἐξέτασις. Ὅπερ οἶμαι οὐκ ἂν συνέβη, εἰ συμπαρῆσαν τοῖς ἄλλοις μοναχοῖς Διόσκορός τε καὶ Ἀμμώνιος. Ὁ μὲν γὰρ ἤδη πρότερον τελευτήσας, ἐτάφη ἐν τῇ Μωκίου τοῦ μάρτυρος ἐπωνύμῳ ἐκκλησίᾳ.

Ἀμμώνιος δὲ ἔναγχος τῆς συνόδου παρασκευαζομένης, ἐμαλακίσθη τὸ σῶμα: περαιωθεὶς δὲ εἰς Δρῦν, χαλεπώτερον ὑπὸ τῆς νόσου διετέθη: καὶ μετ̓ οὐ πολὺ τελευτᾷ τὸν βίον: καὶ. πρὸς τῶν πλησίον μοναχῶν, ἔνθα δὴ κεῖται, λαμπρᾶς ἠξιώθη ταφῆς. Ὁ δὲ Θεόφιλος, ὡς ἐπύθετο, λέγεται δακρύσαι, καὶ εἰς πάντας εἰπεῖν, ὡς οὐδεὶς εἴη τῶν κατ̓ αὐτὸν μοναχὸς, οἷος Ἀμμώνιος, εἰ καὶ αὐτῷ ταραχῆς αἴτιος ἐγένετο.