Historia Ecclesiastica

Sozomenus

Historia Ecclesiastica, Sozomenus, Ecclesiastica Historia, Tomus I-II, Hussey, Clarendon, 1860

Αἰσθόμενοι δὲ τῆς ἐπιβουλῆς οἱ περὶ Διόσκορον καὶ Ἀμμώνιον, ἀνεχώρησαν εἰς Ἱεροσόλυμα: κἀκεῖθεν εἰς Σκυθόπολιν ἧκον, ἐπιτηδείαν ἡγησάμενοι τὴν ἐνθάδε οἴκησιν διὰ τοὺς πολλοὺς φοίνικας, ὧν τοῖς φύλλοις ἐχρῶντο πρὸς τὰ εἰωθότα τοῖς μοναχοῖς ἔργα.

Εἵποντο γὰρ αὐτοῖς ἀμφὶ ἄνδρες ὀγδοήκοντα. Ἐν τούτῳ δὲ Θεόφιλος πέμπει τινὰς εἰς Κωνσταντινούπολιν, ἅμα τε κατ̓ αὐτῶν διαβολὰς προπαρασκευάσοντας, καὶ εἰ βασιλέως περί του δέοιντο, ἀντιπράξοντας. Μαθόντες δὲ τάδε οἱ ἀμφὶ τὸν Ἀμμώνιον,

825
ἀπέπλευσαν εἰς Κωνσταντινούπολιν: σὺν αὐτοῖς δὲ καὶ Ἰσίδωρος.

Κοινῇ τε ἐσπούδαζον παρὰ βασιλεῖ κριτῇ καὶ Ἰωάννῃ τῷ ἐπισκόπῳ ἐλέγχεσθαι τὰς κατ̓ αὐτῶν ἐπιβουλάς. Ὤιοντο γὰρ ἐνδίκου παρρησίας αὐτὸν ἐπιμελούμενον δύνασθαι τὰ δίκαια βοηθεῖν αὐτοῖς. Ὁ δὲ προσελθόντας αὐτῷ τοὺς ἄνδρας φιλοφρόνως ἐδέξατο, καὶ ἐν τιμῇ εἶχε, καὶ εὔχεσθαι ἐπὶ ἐκκλησίας οὐ διεκώλυσε: κοινωνεῖν δὲ μυστηρίων αὐτοῖς οὐχ ἡγήσατο, ὡς οὐ θεμιτὸν πρὸ διαγνώσεως

τοῦτο ποιεῖν. Ἔγραψε δὲ Θεοφίλῳ, κοινωνίαν αὐτοῖς ἀποδοῦναι ὡς ὀρθῶς περὶ Θεοῦ δοξάζουσιν: εἰ δὲ δίκῃ δεοι κρίνεσθαι τὰ κατ̓ αὐτοὺς, ἀποστέλλειν ὃν αὐτῷ δοκεῖ δικασόμενον. Ὁ δὲ, οὐδὲν ἀντεδήλωσε: χρόνου δὲ πολλοῦ διαγενομένου, προϊούσῃ τῇ βασιλέως γαμετῇ προσῆλθον οἱ ἀμφὶ Ἀμμώνιον, τὰ κατ̓ αὐτῶν βεβουλευμένα Θεοφίλῳ μεμφόμενοι.

Ἡ δὲ, ἐπιβουλευθέντας αὐτοὺς ᾔσθετο, καὶ τιμῶσα ἔστη: καὶ προκύψασα τοῦ βασιλικοῦ ὀχήματος, ἐπένευσε

826
τῇ κεφαλῇ: καὶ, Εὐλογεῖτε, ἔφη, καὶ εὔχεσθε ὑπὲρ βασιλέως καὶ ἐμοῦ, καὶ τῶν ἡμετέρων παίδων, καὶ τῆς ἀρχῆς: ἐμοὶ δὲ ἐν τάχει μελήσει συνόδου, καὶ τῆς Θεοφίλου ἀφίξεως.

Καὶ ἡ μὲν τάδε ἐσπούδαζε. Ψευδοῦς δὲ φήμης ἐν Ἀλεξανδρείᾳ κρατούσης, ὡς ἐκοινώνησεν Ἰωάννης τοῖς περὶ Διόσκορον, καὶ προθυμεῖται πάντα βοηθεῖν αὐτοῖς, διενοεῖτο Θεόφιλος, εἴπου δύναιτο, καὶ αὐτὸν Ἰωάννην τῆς ἐπισκοπῆς καθελεῖν.