Historia Ecclesiastica

Sozomenus

Sozomenus. Sozomeni Ecclesiastica Historia, Volumes 1-2. Hussey, Robert, editor. Oxford: E Typographeo Academico, 1860.

Ἀλλ̓ εἴτε ἐντεῦθεν, εἴτε ἐξ αἰτίας ἑτέρας, ἀφαιρεθεὶς παρὰ Θεοφίλου τῆς κοινωνίας Ἰσίδωρος, ἦλθεν εἰς Σκῆτιν, ὡς πρὸς ἑταίρους τοὺς ἐνθάδε μοναχούς. Παραλαβὼν δέ τινας Ἀμμώνιος παρεγένετο πρὸς Θεόφιλον, καὶ τὴν κοινωνίαν ἀποδοῦναι Ἰσιδώρῳ ἐδεῖτο.

Ὁ δὲ, τότε μὲν προθύμως ὑποσχέσθαι λέγεται. Χρόνου δὲ διαγενομένου, ὡς οὐδὲν αὐτοῖς πλέον ἠνύετο, δῆλος δὲ ἐγεγόνει Θεόφιλος παρακουόμενος, σπουδαιότερόν πως αὐτῷ προσελθόντες, ἀπῄτουν τὴν ὑπόσχεσιν πληροῦν. ὁ δὲ, τινὰ τῶν μοναχῶν ἐν δημοσίᾳ φρουρᾷ ποιεῖ, ὥστε φόβον τοῖς ἄλλοις ἐμβαλεῖν.

Ἥμαρτε δὲ τούτου. Ὁ γὰρ Ἀμμώνιος ἅμα πᾶσι τοῖς σὺν αὐτῷ μοναχοῖς, δόξαντες τοῖς προεστῶσι τῆς φρουρᾶς εἰς μετάδοσιν

823
ἐπιτηδείων τοῖς καθειργμένοις ἐλθεῖν, ἑτοίμως ἔνδον εἰσεδέχθησαν: εἰσελθόντες δὲ, οὐκέτι ἐξιέναι ἠνείχοντο.

Μαθὼν δὲ τάδε Θεόφιλος, ἐδήλου πρὸς ἑαυτὸν καλῶν τοὺς ἄνδρας. Οἱ δὲ, τὰ μὲν πρῶτα, αὐτὸν παραγενόμενον σφᾶς ἐξάγειν ἠξίουν: μηδὲ γὰρ εἶναι δίκαιον δημοσίᾳ ὑβρισμενους, λάθρα τῆς φρουρᾶς ἀνίεσθαι. Ὕστερον δὲ ἐνδόντες, ὡς αὐτὸν ἦλθον: παραιτησαμένους δὲ αὐτοὺς,

ὡς οὐ περαιτέρω λυπήσων, ἀπέπεμψεν. Καθ̓ ἑαυτὸν δὲ ἐδάκνετο, καὶ ἠγανάκτει, καὶ κακῶς ποιεῖν ἐπεβούλευεν. Ἀπορῶν δὲ ὅ, τι δράσειεν αὐτοὺς κακὸν, ἀκτήμονας ὄντας, καὶ πάντων πλὴν φιλοσοφίας ὑπερορῶντας, ἔγνω περὶ τὴν ἡσυχίαν βλάψαι. Καὶ ἐπεὶ ἠπίστατο ἐξ ὧν αὐτῷ συνόντες διελέγοντο, μεμφομένους τοῖς ἀνθρωπόμορφον τὸν Θεὸν δοξάζουσιν, ὡς τὰ Ὠριγένους φρονοῦντας, συνέκρουσε πρὸς τὸ μοναχικὸν πλῆθος, ἄλλως ἔχον δόξης.

Ἐκ τούτου δὲ δεινή τις ἔρις ἐν τοῖς

824
μοναχοῖς ἐκράτει: καὶ τὰς διαλέξεις οὐκ ἐν κόσμῳ πρὸς ἑαυτοὺς ποιούμενοι, πείθειν ἀλλήλους οὐκ ἠξίουν, ἀλλ̓ εἰς ὕβρεις καθίσταντο. Καὶ οἱ μὲν τοὺς ἀσώματον τὸν Θεὸν ὁριζομένους, Ὠριγενιαστὰς ἀπεκάλουν: οἱ δὲ, Ἀνθρωπομορφιανοὺς, τοὺς ἐναντίως φρονοῦντας.